Daniel (translatio Graeca)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἀποκριθεὶς δὲ ὁ βασιλεὺς εἶπε τοῖς Χαλδαίοις λόγος ἀπʼ ἐμοῦ ἀπέστη· διότι ἐὰν μὴ ἀπαγγείλητέ μοι ἐπʼ ἀληθείας τὸ ἐνύπνιον καὶ τὴν τούτου σύγκρισιν δηλώσητέ μοι, παραδειγματισθήσεσθε, καὶ ἀναληφθήσεται ὑμῶν τὰ ὑπάρχοντα εἰς τὸ βασιλικόν.

ἐὰν δὲ τὸ ἐνύπνιον διασαφήσητέ μοι καὶ τὴν τούτου σύγκρισιν ἀναγγείλητε, λήψεσθε δόματα παντοῖα καὶ δοξασθήσεσθε ὑπʼ ἐμοῦ· δηλώσατέ μοι τὸ ἐνύπνιον καὶ κρίνατε.

ἀπεκρίθησαν δὲ ἐκ δευτέρου λέγοντες Βασιλεῦ, τὸ ὅραμα εἰπόν, καὶ οἱ παῖδές σου κρινοῦσι πρὸς ταῦτα.

καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς Ἐπ ἀληθείας οἶδα ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετε, καθάπερ ἑωράκατε ὅτι ἀπέστη ἀπʼ ἐμοῦ τὸ πρᾶγμα· καθάπερ οὖν προστέταχα, οὕτως ἔσται.

ἐὰν μὴ τὸ ἐνύπνιον ἀπαγγείλητέ μοι ἐπʼ ἀληθείας καὶ τὴν τούτου σύγκρισιν δηλώσητε, θανάτῳ περιπεσεῖσθε· συνείπασθε γὰρ λόγους ψευδεῖς ποιήσασθαι ἐπʼ ἐμοῦ, ἕως ἂν ὁ καιρὸς ἀλλοιωθῇ. νῦν οὗν ἐὰν τὸ δῆμα εἵπητέ μοι ὃ τὴν νύκτα ἑώρακα, γνώσομαι ὅτι καὶ τὴν τούτου κρίσιν δηλώσητε.

καὶ ἀπεκρίθησαν οἱ Χαλδαῖοι ἐπὶ τοῦ βασιλέως ὅτι Οὐδεὶς τῶν ἐπὶ τῆς γῆς [*](Syr)[*](21 Kypoc (sic) Syrᵐᵍ II 1 pr tit ορα το ενυπνιον Ναβουχοδονοσορ και τους μαγους απορησαντας (?ΠΟΡΗC?ΝΤ?C Syr mg) γνωρισαι και επιλυσαι αυτο κελευει σφαγηναι κινδυνευοντας δε και τους περι Δανιηλ εσωσεν ο θεος αποκαλυψας αυτω τω Δανιηλ την ειδησιν του ενυπνιου 87 Syr και ταρα- χθηναι...απ αυτου] σʼ και διηπορει το πνευμα αυτου και υπνος απεστη απ αυ- του αʼ...επ αυτον Syr 3 εκινηθη...ενυπνιον] σ΄ διαπορω εν τη ψ υχη μου του γνωναι το εν. Syrᵐᵍ 5 ?? ο λογος απ εμου (?? 87) απεστη 87 Syr 6 μοι 2⁰] + ουν Syr 7 εκ Δεγτερογ Syrᵐᵍ 8 ÷ καθαπερ ουν (÷ 87) προστεταχα ουτως εσται 87 Syr 9 ÷ και την τουτου συγκρισιν δηλωσητε 87 Syr ÷ ο την νυκτα εωρακα 87 Syr γνωσομαι] pr τοτε Syr)

504
[*](87) δυνήσεται εἰπεῖν τῷ βασιλεῖ ὃ ἑώρακε, καθάπερ σὺ ἐρωτᾷς, καὶ πᾶς βασιλεὺς καὶ πᾶς δυνάστης τοιοῦτο πρᾶγμα οὐκ ἐπερωτᾷ πάντα σοφὸν καὶ μάγον καὶ Χαλδαῖον·

καὶ ὁ λόγος ὃν ζητεῖς, βασιλεῦ, βαρύς ἐστι καὶ ἐπίδοξος, καὶ οὐδείς ἐστιν ὃς δηλώσει ταῦτα τῷ βασιλεῖ, εἰ μὴ τι ἄγγελος, οὗ οὐκ ἔστι κατοικητήριον μετὰ πάσης σαρκός· ὅθεν οὐκ ἐνδέχεται γενέσθαι καθάπερ οἴει.

τότε ὁ βασιεὺς στυγνὸς γενόμενος καὶ περίλυπος προσέταξεν ἐξαγαγεῖν πάντας τοὺς σοφοὺς τῆς Βαβυλωνίας.

καὶ ἐδογματίσθη πάντας ἀποκτεῖναι· ἐζητήθη δὲ ὁ Δανιὴλ καὶ πάντες οἱ μετʼ αὐτοῦ χάριν τοῦ συναπολέσθαι