Daniel (translatio Graeca)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ τοῖς νεανίσκοις ἔδωκεν ὁ κύριος ἐπιστήμην καὶ σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμματικῇ τέχνῃ. καὶ τῷ Δανιὴλ ἔδωκε σύνεσιν ἐν παντὶ ῥήματι καὶ ὁράματι καὶ ἐνυπνίοις καὶ ἐν πάσῃ σοφίᾳ.

μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπέταξεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτούς, καὶ εἰσήχθησαν ἀπὸ τοῦ ἀρχιευνούχου πρὸς τὸν βασιλέα Ναβουχοδονοσόρ.

καὶ ὡμίλησεν αὐτοῖς ὁ βασιλεύς, καὶ οὐχ εἰρέθη ἐν τοῖς σοφοῖς ὅμοιος τῷ Δανιὴλ καὶ Ἀνανίᾳ καὶ Μισαὴλ καὶ Ἀζαρία· καὶ ἦσαν παρὰ τῷ βασιλεῖ,

καὶ ἐν παντὶ λύγῳ καὶ συνέσει καὶ παιδεία, ὅσα ἐζήτησε παρʼ αὐτῶν ὁ βασιλεύς, κατέλαβεν αὐτοὺς σοφωτέρους δεκαπλασίως ὑπέρ τοὺς σοφιστὰς καὶ τοὺς φιλοσόφους τοὺς ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ· καὶ ἐδόξασεν αὐτοὺς ὁ βασιλεὺς καὶ κατέστησεν αὐτοὺς ἄρχοντας, καὶ ἀνέδειξεν αὐτοὺς σοφοὺς παρὰ πάντας τοὺς αὐτοῦ ἐν πράγμασιν [*](Syr)[*](8 οπως μη αλισγηθη εν τω δειπνω τ. βασ.] σʼ ινα μη μιανθη δια της τροφης τ. βασ. Syr mg 10 διατετραμμενα] α κατεστ τραμμενα Syr mg om των αλλσγενων Syr 17 εν παση γραμματικη τεχνη] α εν παντι βιβλιω Syr mg ÷ και εν παση σοφια 87 (deest ) Syr 18 και ειcHXθΗCαN Syr mg 20 ÷ σοφωτερους 87 Syr ÷ και εδοξασεν αυτους.. βασιλεια αυτου 87 (ins ÷ ante εν παση τη γη) Syr)

502
[*](87)ἐν πάσῃ τῇ γῇ αὐτοῦ καὶ ἐν τῇ βασιλείᾳ αὐτοῦ.

καὶ ἦν Δανιὴλ ἕως τοῦ πρώτου ἔτους τῆς βασιλείας Κύρου βασιλέως ΙΙερσῶν.

Καὶ ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας Ναβουχοδονοσὸρ συνέβη εἰς ὁράματα καὶ ἐνύπνια ἐμπεσεῖν τὸν βασιλέα καὶ ταραχθῆναι ἐν τῷ ἐνυπνίῳ αὐτοῦ, καὶ ὁ ὕπνος αὐτοῦ ἐγένετο ἀπʼ αὐτοῦ.

καὶ ἐπέταξεν ὁ βασιλεὺς εἰσενεχθῆναι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς φαρμακοὺς τῶν Χαλδαίων ἀναγγεῖλαι τῷ βασιλεῖ τὰ ἐνύπνια αὐτοῦ· καὶ παραγενόμενοι ἔστησαν παρὰ τῷ βασιλεῖ

καὶ εἰπεν αὐτοῖς ὁ βασιλεύς Ἐυύπνιον ἑώρακα καὶ ἐκινήθη μου τὸ πνεῦμα· ἐπιγνῶναι οὗυ θέλω τὸ ἐνύπνιον.

καὶ ἐλάλησαν οἱ Χαλδαῖοι πρὸς τὸν βασιλέα Συριστί Κύριε βασιλεῦ, τὸν αἰῶνα ζῆθι· ἀνάγγειλον τὸ ἐνύπνιόν σου τοῖς παισί σου, καὶ ἡμεῖς σοι φράσομεν τὴν σύγκρισιν αὐτοῦ.