Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἰσήγαγἐν με εἰς τὴν αὐλὴν οἴκου Κυρίου τὴν ἐσωτέραν, καὶ ἐπὶ τῶν προθύρων τοῦ ναοῦ Κυρίου ἀνὰ μέσον τῶν αἰλὰμ καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου ὡς εἴκοσιἄνδρες, τὰ ὀπίσθια αὐτῶν πρὸς τὸν ναὸν τοῦ κυρίου καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι, καὶ οὗτοι προσκυνοῦσιν τῷ ἡλίῳ.

καὶ εἶπεν πρὸς μέ Ἑόρακας, υἱὲ ἀνθρώπου μὴ μικρὰ τῷ οἴκῳ Ἰούδα τοῦ ποιεῖν τὰς ἀνομίας ἂς πεποιήκασιν ὧδε; διότι ἔπλησαν τὴν γῆν ἀνομίας, καὶ ἰδοὺ αὐτοὶ ὡς μυκτηρίζοντες.

καὶ ἐγὼ ποιήσαω αὐτοῖς μετὰ θυμοῦ· οὐ φείσεται ὁ ὀφθαλμός μου, οὐδὲ μὴ ἐλεήσαο. ,

Καὶ ἀνέκραγεν εἰς τὰ ὦτά μου φωνῇ μεγάλῃ λέγων Ἤγγικεν ἡ ἐκδί. κησις τῆς πόλεως· καὶ ἕκαστος εἶχεν τὰ σκεύη τῆς ἐξολεθρεύσεας ἐν χειρὶ αὐτοῦ.

καὶ ἰδοὺ ἓξ ἄνδρες ἤρχοντο ἀπὸ τῆς ὁδοῦ τῆς πύλης τῆς ὑψηλῆς τῆς βλεπούσης πρὸς βορρᾶν, καὶ ἑκάστου πέλυξ ἐν τῇ χερὶ αὐτοῦ· καὶ εἰς ἀνὴρ ἐν μέσῳ αὐτῶν ἐνδιδυκὼς ποδήρη, καὶ ζώνη σαπφείρου ἐπὶ τῆς ὀσφύος αὐτοῦ· καὶ εἰσήλθοσαν καὶ ἔστησαν ἐχόμενοι τοῦ θυσιαστηρίου τοῦ χαλκοῦ.

καὶ δόξα θεοῦ τοῦ [*](A)[*](12 εορακας (εωρ. Bᵇ) υιε ανθρωπου] υιε ανου εωρακας A του οικου] om του A ποιουσιν] + ωδε A + (sub οι γʼ ?? ) ε τω σκοτει ()ᵐΜ ορα ο κυριος εγκαταλελοιπεν Κοριος] εγκαταλελοιπεν κς ουκ εφορα ο κς A κυριος 1⁰] +α'ρʼ ?? ημας Qmᵍ 13 ετι] + α'θʼ ?? επιστρεψας Qᵐᵍ οψη AQ); item 15 14 γυναικες εκει Q τον Οαμμουζ] τον Αδωνι] Qᵐᵍ 15 εορακας υιε αν??ου Q εορακας (εωρ. BᵇA ; iemn 17)] +μη μικρα τω οικω Ιουδα του ποιειν τας ανομιας ας πεποιηκαν αυτοι ωδε A ετι] + αʼθʼ επιστρεψας Qᵐᵍ 16 και 2⁰] +ιδου A του ναου] om του A | αιλαμ (ελ. Q)] σʼ προπυλου Qmg ειποσι] + και πεντε AQ ουτων 1⁰] + δεδωκοτες A του κυριου] om του A προσ- κυνουσιν] προσεκυνουν A + κατ ανατολας A et (sub θ' ??) Q 17 Ιουδα] Ιηλ A επλανησαν B (επλησαν Bᵃᵇ) ανομιας 2⁰] + παι επεπτρεψαν (+ του Q) παροργισαι με A et (sub θ' ) Q | αυτοι] +εκτειτουσιν (εκτιν. A) το κλημα A et (sub ?? ) Q (pro δου...κλημα leg σʼ ӄ ως αφιεντες εισιν ηχον ως ασμα Qmg) ως μυκτηριζοντες] α προς μυκτηρα ουτων θʼ εις τον μυκτηρα αυτω| σʼ δια των μυκτηρων ουτων Βmᵍ 18 ελεησω] +παι κα- λεσουσιν εν τοις ωσιν μου (φωωνη μεγαλη Q) και ου μη εισακουσω αυταον A et (sub θʼ ?? ) Q IX 1 εκαστος] αυτος A εξολοθρευσεως Bᵃᵇ 2 πυλης] πολεως 0 (πυλ. Qᵃ) | ανηρ εις Q ζωνην AQ εχομεσα A 3 του Ισραηλ] om του A )

399
Ἰσραὴλ ἀνέβη ἀπὸ τῶν χερουβείν, ἡ οὖσα ἐπʼ αὐτῶν, εἰς τὸ—αἴθριον [*](Β) τοῦ οἴκου. καὶ ἐκάλεσεν τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὸν ποδήρη, ὃς εἶχεν ἐπὶ τῆς ὀσφύος αὐτοῦ ζώνην,

καὶ εἶπεν πρὸς αὐτόν Δίελθε μέσην Ἰερουσαλήμ, καὶ δὸς σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόνταων καὶ τῶν κατωδυναωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις ταῖς γινομέναις ἐν μέσῳ αὐτῶν.

καὶ τούτοις εἶπεν ἀκούοντός μου Πορεύεσθε ὀπίσω αὐτοῦ εἰς τὴν πόλιν, καὶ κόπτετε καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ μὴ ἐλεήσητε·

πρεσβύτερον καὶ νεανίσκον καὶ παρθένον καὶ νήπια καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν, ἐπὶ δὲ πάντας ἐφʼ οὕς ἐστιν τὸ σημεῖον μὴ ἐγγίσητε· ἀπὸ τῶν ἁγίων μου ἄρξασθε. καὶ ἤρξαντο ἀπὸ τῶν ἀνδρῶν τῶν πρεσβυτέρων οἱ ἤσαν ἔσω ἐν τῷ οἴκῳ.

καὶ εἶπεν πρὸς αὐτούς Μιάνατε τὸν οἶκον, καὶ πλήσατε τὰς ὁδοὺς νεκρῶν ἐκπορευόμενοι, καὶ κόπτετε.

καὶ ἐγένετο ἐν τῷ κόπτειν αὐτοὺς καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ ἀνεβόησα καὶ εἶπα Οἴμοι, Κύριε, ἐξαλείφεις σὺ τοὺς καταλοίπους τοῦ Ἰσραὴλ ἐν τῷ ἐκχέαι σε τὸν θυμόν σου ἐπὶ Ἰερουσαλήμ;

καὶ εἶπεν πρὸς μέ Ἀδικία τοῦ οἴκου Ἰσραὴλ καὶ Ἰούδα μεμεγάλυνται σφόδρα σφόδρα, ὅτι ἐπλήσθη ἡ γῆ λαῶν πολλῶν, καὶ ἡ πόλις ἐπλήσθη ἀδικίας καὶ ἀκαθαρσίας· ὅτι εἶπαν Ἐνκαταλέλοιπεν Κύριος τὴν γῆν, οὐκ ἐφορᾷ ὁ κύριος.

καὶ οὐ φείσεταί μου ὁ ὀφθαλμὸς οὐδέ μὴ ἐλεήσω, τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα.

καὶ ἰδοὺ ὁ ἀνὴρ ὁ ἐνδεδυκὼς τὸν ποδήρη καὶ ἐζωσμένος τῇ ζώνῃ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀπεκρίνατο λέγων Πεποίηκα καθὼς ἐνετείλω μοι.

Καὶ ἴδον, καὶ ἰδοὺ ἐπάνω τοῦ στερεώματος τοῦ ὑπέρ κεφαλῆς τῶν χερουβεὶμ ὡς λίθος σαπφείρου ὁμοίωμα θρόνου ἐπʼ αὐτῶν.

καὶ [*](3 απο των χερουβειν] επι των χ. A απο του χερουβ Q* (α. των χερουβειν AQ Qmg) ουτων] αυτω Q ζωνην] pr την BᵃᵇAQ) 4 ειπεν] + κς AQ) με- σην] + (sub ?? ) την πλιν μεσην Q Ιερουσαλημ] pr την A σημειον] pr το AQ μετωπα των] μετωπων Q* κατοδυνωμενων Q ουτων] αυτης A 5 εις την πολιν οπισω αυτου Q | φειδεσθε] φεισησθε A 6 εφ ους εστιν το σημειον] α εφ ον επ αυτω το θαυ θʼ εφ ον το θαυ Qmg απο 1⁰] pr και AQ) om τω ανδρων A των πρεσβυτερων sub ?? Q 7 πλησατε] πλη- ρωσατε A κοπτετε] + (sub ??) και παταξατε την πολιν Q + (post πολιν) ?? ӄ εξελθοντες ετυπτον τη| πολιν Qmg 8 αυτους] + (sub ??) υπελειφθην εγω Q Κυριε] pr αδωναι AQ εν τω εκχεαι] εν τε εκχ. B (εν τω εκχ. Bᵃᵇ) om σε A 0 εγκαταλελοιπεν Bᵇ⁽ᵛⁱᵈ) AQ) Κυριος 1⁰] pr ο A om ουκ εφορα ο κυριος A 10 om και A ου φείσεται] pr εγω ειπα εγω ειμι A | ο οφθαλ. μος μου AQ 11 εζωσμενος] περιεζωσμενος A απεκρινατο] + λογον AQ) καθως] καθα A X 1 χερουβειν Bᵇζ) ομοιωμα θρονου επ 0υτων (αυτω A)] ως ορασις ομοιωμα θρόνου ωφθη επ ουτων Q )

400
[*](Β) εἶπεν πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὴν στολὴν Εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν τῶν ὑποκάτω τῶν χερουβείν, καὶ πλῆσον τὰς δράκας σου ανθρακων πυρὸς ἐκ μέσου τῶν χερουβεὶν καὶ διασκόρπισον ἐπὶ τὴν πόλιν. καὶ εἰσῆλθεν ἐνώπιόν μου.

καὶ τὰ χερουβεὶν ἱστήκει ἐκ δεξιῶν τοῦ οἴκου ἐν τῷ εἰσπορεύεσθαι τὸν ἄνδρα, καὶ ἡ νεφέλη ἔπλησεν τὴν άὐλὴν τὴν ἐσωτέραν.

καὶ ἀπῆρεν ἡ δόξα Κυρίου ἀπὸ τῶν χερουβεὶν εἰς τὸ αἴθριον τοῦ οἴκου, καὶ ἐνέπλησεν τὸν οἶκον ἡ νεφέλη, καὶ ἡ αὐλὴ ἐπλήσθη τοῦ φέγγους τῆς δόξης Κυρίου.

καὶ φωνὴ τῶν πτερύγων τῶν χερουβεὶν ἠκούετο ἕως τῆς αὐλῆς τῆς ἐξωτέρας ὡς φωνὴ θεοῦ Σαδδαὶ λαλοῦντος.

καὶ ἐγένετο ἐν τῷ ἐντέλλεσθαι αὐτὸν τῷ ἀνδρὶ τῷ ἐνδεδυκότι τὴν στολὴν τὴν ἁγίαν λέγων Λάβε πῦρ ἐκ μέσου τῶν τροχῶν ἐκ μέσου τῶν χερουβείν, καὶ εἰσῆλθεν καὶ ἔστη ἐχόμενος τῶν τροχῶν.