Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν κατὰ ἀνατολάς κατέναντι τῆς πύλης τῆς πρὸς βορρᾶν· καὶ εἰσήγαγέν με, καὶ ἰδοὺ ἐξέδραι πέντε ἐχόμεναι τοῦ ἀπολοίπου καὶ ἐχόμεναι τοῦ διορίζοντος πρὸς βορρᾶν,

ἐπὶ πήχεις ἑκατὸν μῆκος πρὸς βορρᾶν, καὶ τὸ πλάτος πεντήκοντα,

διαγεγραμμέναι ὃν τρόπον αἱ πύλαι τῆς αὐλῆς τῆς ἐσωτέρας, καὶ ὃν τρόπον τά περίστυλα τῆς αὐλῆς τῆς ἐξωτέρας, ἐστιχισμέναι ἀντιπρόσοωποι στοαὶ τρισσαί. καὶ κατέναντι τῶν ἐξεδρῶν περίπατος πηχῶν δέκα τὸ πλάτος, ἐπὶ πήχεις ἑκατὸν τὸ μῆκος· καὶ τά θυρώματα αὐτῶν πρὸς βορρᾶν,

καὶ οἱ περίπατοι οἱ ὑπερῷοι ὡσαύτως. ὅτι ἐξείχετο τὸ περίστυλον ἐξ αὐτοῦ, ἐκ τοῦ ὑποκάτωθεν περιστύλου, καὶ τὸ διάστημα· οὕτως περίστυλον καὶ διάστημα,

καὶ οὕτως στοαὶ δύο.

διότι τριπλαῖ ἦσαν, καὶ στύλους οὐκ εἶχον καθὼς οἱ στύλοι τῶν ἐξωτέρων· διά τοῦτο ἐξείχοντο τῶν ὑποκάτωθεν καὶ τῶν μέσων ἀπὸ τῆς γῆς.