Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ δώσω τὴν δόξαν μου ἐν ὑμῖν, καὶ ὄψονται πάντα τὰ ἔθνη τὴν κρίσιν μου ἣν ἐποίησα καὶ τὴν χεῖρά μου ἣν ἐπήγαγον ἐπʼ αὐτούς.

καὶ γνώσονται οἶκος Ἰσραὴλ ὅτι ἐγώ εἰμι Κύριος ὁ θεὸς αὐτῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα.

καὶ γνώσονται πάντα τὰ ἔθνη ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν ἠχμαλωτεύθησαν οἶκος Ἰσραήλ, ἀνθʼ ὧν ἠθέτησαν § εἰς ἐμέ, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν καὶ παρέδωκα [*](§ Γ) αὐτοὺς εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῶν, καὶ ἔπεσαν πάντες μαχαίρᾳ.

κατὰ τὰς ἀκαθαρσίας αὐτῶν καὶ κατὰ τὰ ἀνομήματα αὐτῶν ἐποίησα αὐτοῖς, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν.

Διὰ τοῦτο τάδε λέγει κύριος Κύριος Nῦν ἀποστρέψω αἰχμαλωσίαν ἐν Ἰακώβ, καὶ ἐλεήσω τὸν οἶκον Ἰσραήλ, καὶ ζηλώσω διὰ τὸ ὄνομα τὸ ἅγιόν μου.

καὶ λήμψονται τὴν ἀτιμίαν ἑαυτῶν καὶ τὴν ἀδικίαν ἣν ἠδίκησαν, ἐν τῷ κατοικισθῆναι αὐτοὺς ἐπὶ τὴν γῆν αὐτῶν ἐπʼ εἰρήνης, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν,

ἐν τῷ ἀποστρέψαι με αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συνα- γαγεῖν με αὐτοὺς ἐκ τῶν χωρῶν τῶν ἐθνῶν, καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν ἐθνῶν·

καὶ γνωώσονται ὅτι ἐγώ εἰμι Κύριος [*](14 εκζητησουσιν] ζητησουσιν Q* (εκζ. Qmᵍ) + ακριβως A 15 και 1⁰] AQΓ + εσται A om Q την γην] pr πασον A ιδων] pr ο Qmg αυτο 1⁰] αυτω Q θαψουσιν Q γαι] γε BQ το πολυανδρ.] τε π. Β* vid (το π. B?) 17 om ειπον 1⁰ Q Κυριος] pr κς Q πεδιου] αγρου A ην] + εγω Q 20 om και 30 A Κυριος] pr κς AQ 23 επεσον AQvid 25 Κυριος] + ο θς A απο- στρεψω] αναστρεψω AQ αιχμαλωσιαν εν Ιακωβ] την αιχμ. Ιακωβ A αιχμ- Ιακωβ Q 26 λημψονται (ληψ. BᵇQᵃ)] λημψομαι A εαυτων] ουτων AΓ την γην] |της]) γης Γ εκφοβων] + [α]υΙτρυς Γ 27 om των χωρων...ενωπιον Γ των εθνων 3⁰] εθνων πολων A)

472
[*](B) ὁ θεὸς αὐτῶν, ἐν τῷ ἐπιφανῆναί με αὐτοῖς ἐν τοῖς ἔθνεσιν.

καὶ οὐκ ἀποστρέψω οὐκέτι τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν, ἀνθʼ οὗ ἐξέχεα τὸν θυμόν μου ἐπὶ τὸν οἶκον Ἰσραήλ, λέγει κύριος Κύριος.

Καὶ ἐγένετο ἐν τῷ πέμπτῳ καὶ εἰκοστῷ ἔτει τῆς αἰχμαλωσίας ἡμῶν, ἐν τῷ πραώτῳ μηνὶ δεκάτῃ τοί μηνός, ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μετὰ τὸ ἁλῶναι τὴν πόλιν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου καὶ ἤγαγέν με

ἐν ὁράσει θεοῦ εἰς τὴν γῆν Ἰσραήλ, καὶ ἔθηκέν με ἐπʼ ὄρος ὑψηλὸν σφόδρα, καὶ ἐπʼ αὐτῷ ὡσεὶ οἰκοδομὴ πόλεως ἀπέναντι.

καὶ εἰσήγαγέν με ἐκεῖ, καὶ ἰδοὺ ἀνήρ, καὶ ἡ ὅρασις αὐτοῦ ἦν ὡσεὶ ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἦν σπαρτίον οἰκοδόμων καὶ κάλαμος μέτρον· καὶ αὐτὸς ἱστήκει ἐπὶ τῆς πύλης.

καὶ εἶπεν πρὸς μέ ὁ ἀνήρ Ἑόρακας. υἱὲ ἀνθρώπου; ἐν τοῖς ὀφθαλμοῖς σου ἴδε, καὶ ἐν τοῖς ὠσίν σου ἄκουε, καὶ τάξον εἰς τὴν καρδίαν σου πάντα ὅσα ἐγὼ δεικνύω σοι, διότι ἔνεκα τοῦ δεῖξαί σοι εἰσελήλυθας ὦδε, καὶ δείξεις πάντα ὅσα σὺ ὁρᾷς τῷ οἵκῳ τοῦ Ἰσραήλ.

Καὶ ἰδοὺ περίβδολος ἔξωθεν τοῦ οἴκου κύκλῳ, καὶ ἐν τῇ χειρὶ τοῦ ἀνδρὸς κάλαμος τὸ μέτρον πηχῶν ἔξ ἐν πήχει καὶ παλαιστῆς· καὶ διεμέτρησεν τὸ προτείχισμα, πλάτος ἴσον τῷ καλάμῳ, καὶ τὸ ὕψος αὐτοῦ ἴσον τῷ καλάμῳ.

καὶ εἰσῆλθεν εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς ἐν ἑπτὰ ἀναβαθμοῖς, [*](¶ Γ) καὶ διεμέτρησεν τὸ αἰλὰμ τῆς πύλης ἴσον τῷ καλάμῳ,

καὶ τὸ θὲ ἴσον τῷ καλάμῳ τὸ μῆκος καὶ ἴσον τῷ καλάμῳ τὸ πλάτος, καὶ τὸ αἰλὰμ ἀνὰ μέσον τοῦ θαιηλαθὰ πηχῶν ἔξ· καὶ τὸ θεὲ τὸ δεύτερον ἴσον τῷ καλάμῳ πλάτος καὶ ἴσον τῷ καλάμῳ μῆκος. [*](AQΓ) [*](28 εθνεσιν (σι Bᵇ)] + (sub ??) και συναξω αυτους επι την γην ουτων και ου καταλειψ ω ουκετι απ ουτων εκει Q 29 ου] ων AΓ X L 1 pr tit ετει κε μηνι α ημερα ι Qᵐᵍ sup εικοστω και πεμπτω Q τεσσαρισκαιδεκατω Bᵃᵇ τεσσερεσκαιδ. Γ αλωναι] αλωθηναι A χειρ κυ επ εμε A με] + (sub ??) εκει Q 2 Ισραηλ] sup ras Bab pr του AΓ ορους υψηλου ΛQΓ αυτω] αυτου AQΓ ωσει] ως Γ 3 ωσει] ως Γ στιλβοντος] pr ?? Q? εν τη χcιρι...οικοδομων] ην σπαρτιον οικοδομων εν τη χειρι αυτου Q μετρον] + εν τη χειρι αυτου A et (sub α'θ' ?? ) Q ειστηκει BᵃᵇQᵃ 4 εορακας (εωρ. BᵃᵇA)] pr ον Bᵃb pr Q? + συ A εν τοις οφθ. σου ιδε] ιδε εν τοις οφθ. σου AΓ δε τοις οφθ. σου Q δεικνυω] δ[ι]κνυσ[ω] Γᵛⁱᵈ παντας (20) A του Ισραηλ] om του AQ)Γ 6 pr tit διαγραφη του ναου Qᵐᵍ sup πηχων] πηχεων AQ πηχει] ανδρος Q πλατος] pr το A 6 και 20 α sup ras Aᵃ διεμετρησεν] + το θεε εξ ενθεν και εξ ενθεν και A + το θεε (θε Q*ᵛⁱᵈ αθʼ Ωρ. προθυρο| σʼ ουδον Qmg) εξ και εξ Q + το θεε εξ εξ Γ 7 και ισον] καισον B (και ισ. Bᵃᵇ) αιλαμ 10] ελαμ A σʼ Ωρ. προπυλον Qᵐᵍ θαιηλαθα] θεε A θεηλαθα Q εξ| πεντε Q πλατος 2⁰] pr το A om και ισον τω καλαμω μηκος A)

473
καὶ τὸ αἰλὰμ πήχεων πέντε·

καὶ τὸ θεὲ τὸ τρίτον ἴσον τῷ καλάμῳ [*](B) πλάτος, καὶ ἴσον τῷ καλάμῳ μῆκος,

καὶ τὸ αἰλὰμ τοῦ πυλῶνος πλησίον τοῦ αἰλὰμ τῆς πύλης πηχῶν ὀκτώ, καὶ τὰ αἰλεὺ πηχῶν δύοκαὶ τὰ αἰλὰμ τῆς πύλης ἔσωθεν,

καὶ τὰ θεὲ τῆς πύλης θεὲ κατέναντι, τρεῖς ἔνθεν καὶ τρεῖς ἔνθεν, καὶ μέτρον ἕν τοῖς τρισίν, μέτρον ἕν τοῖς αἰλὰμ ἔνθεν καὶ ἔνθεν.

καὶ διεμέτρησεν τὸ πλάτος τῆς θύρας τοῦ πυλῶνος πηχῶν δέκα, καὶ τὸ εὖρος τοῦ πυλῶνος πηχῶν δέκα τριῶν.