Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ κατορύξουσιν ἐκεῖ τὸν Γ ὼγ καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, καὶ κληθήσεται Τὸ τέ, τὸ πολυάνδριον τοῦ Γώγ.

καὶ κατορύξουσιν αὐτοὺς οἶκος Ἰσραὴλ ἵνα καθαρισθῇ ἡ γῆ ἐν ἑπταμήνῳ, (¹³) καὶ κατορύξουσιν αὐτοὺς πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἔσται αὐτοῖς ὀνομαστὸν ᾗ ἡμέρᾳ ἐδοξάσθην, λέγει Κύριος.

καὶ ἄνδρας διὰ παντὸς διαστελοῦσιν ἐπιπορευομένους τὴν γῆν θάψαι τοὺς καταλελιμμένους ἐπὶ προσωώπου τῆς γῆς, καθαρίσαι αὐτὴν μετὰ τὴν [*](AQΓ) [*](3 το τοξον] om το Q απο 1⁰] εκ A 4 τα Ισραηλ] του Ιηι A om τα QΓ τα μετα] om τα A* (hab Aᵃ?) παντι] pr και Γ 5 προσωπον Q Κυριος] pr κς AQΓ 6 Γωγ] σε A Μαγωγ Γ κατοικισθησονται A 7 γνωσθησεται] γνωσθησονται Q* ᵛⁱᵈ (spat 1 lit inter ε et τ) μου το αγιον (2⁰)] το αγιον μου Q τα εθνη] pr πανια AΓ Κυριος] pr κς A αγιος] pr ο AΓ om εν2⁰ A (?Γ) 8 εσται] [εσ τι[ν] Γᵛⁱᵈ Κυριος] + ο θς A 9 Ισραηλ] + (sub θ' ?? ) και εκκαυσουσιν Q καυσουσιν] εκκαυσουσιν Γ πελ. ταις] pr ?? Q? τοξευμασιν AQΓ 10 κοψωσιν A Κυριος] pr κς Q 11 om εν Ισραηλ A (hab Aᵃ?) την θαλασσαν A 12 κατορυξωσιν A το τε] το γαι A το γε Q 13 κατορυξουσιν 1⁰] κατορυξωσιν A Ισραηλ] pr του A ονομαστον] pr εις AQ ημερα] + η A Κυριος] br κς Q 14 δια- στελουσιν] αποστελουσιν Qᵐᵍ την γην] pr πασον AQᵐᵍ θαψαι] + (sub ?? ) και τους παραπορευομενους A καταλελειμμενους BᵃᵇQ*)

471
ἑπτάμηνον, καὶ ἐκζητήσουσιν.

καὶ πᾶς ὁ διαπορευόμενος τὴν γῆν [*](B) καὶ ἰδὼν ὀστοῦν ἀνθρώπου οἰκοδομήσει παρʼ αὐτὸ σημεῖον, ἕως ὅτου θάψωσιν αὐτὸ οἱ θάπτοντες εἰς τὸ γαὶ τὸ πολυάνδριον τοῦ Γώγ·

καὶ γὰρ τὸ ὄνομα τῆς πόλεως Πολυάνδριον· καὶ καθαρισθήσεται ἡ γῆ.

καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπόν Τάδε λέγει Κύριος Εἰπὸν παντὶ ὀρνέῳ πετεινῷ καὶ πρὸς πάντα τὰ θηρία τοῦ πεδίου Συνάχθητε καὶ ἔρχεσθε, συνάχθητε ἀπὸ πάντων τῶν περικύκλῳ ἐπὶ τὴν θυσίαν μου, ἣν τέθυκα ὑμῖν θυσίαν μεγάλην ἐπὶ τὰ ὄρη Ἰσραήλ, καὶ φάγεσθε κρέα καὶ πίεσθε αἷμα.

κρέα γιγάντων φάγεσθε, καὶ αἶμα ἀρχόντων τῆς γῆς πίεσθε, κριοὺς καὶ μόσχους καὶ τράγους, καὶ οἱ μόσχοι ἐστεατωμένοι πάντες.

καὶ φάγεσθε στέαρ εἰς πλησμονήν, καὶ πίεσθε αἷμα εἰς μέθην ἀπὸ τῆς θυσίας μου ἧς ἔθυσα ὑμῖν.

καὶ ἐμπλησθήσεσθε ἐπὶ τῆς τραπέζης μου ἵππον καὶ ἀναβάτην καὶ γίγαντα καὶ πάντα ἄνδρα πολεμιστήν, λέγει Κύριος.