Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ δώσω τὴν δόξαν μου ἐν ὑμῖν, καὶ ὄψονται πάντα τὰ ἔθνη τὴν κρίσιν μου ἣν ἐποίησα καὶ τὴν χεῖρά μου ἣν ἐπήγαγον ἐπʼ αὐτούς.

καὶ γνώσονται οἶκος Ἰσραὴλ ὅτι ἐγώ εἰμι Κύριος ὁ θεὸς αὐτῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα.

καὶ γνώσονται πάντα τὰ ἔθνη ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν ἠχμαλωτεύθησαν οἶκος Ἰσραήλ, ἀνθʼ ὧν ἠθέτησαν § εἰς ἐμέ, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν καὶ παρέδωκα [*](§ Γ) αὐτοὺς εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῶν, καὶ ἔπεσαν πάντες μαχαίρᾳ.

κατὰ τὰς ἀκαθαρσίας αὐτῶν καὶ κατὰ τὰ ἀνομήματα αὐτῶν ἐποίησα αὐτοῖς, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν.

Διὰ τοῦτο τάδε λέγει κύριος Κύριος Nῦν ἀποστρέψω αἰχμαλωσίαν ἐν Ἰακώβ, καὶ ἐλεήσω τὸν οἶκον Ἰσραήλ, καὶ ζηλώσω διὰ τὸ ὄνομα τὸ ἅγιόν μου.

καὶ λήμψονται τὴν ἀτιμίαν ἑαυτῶν καὶ τὴν ἀδικίαν ἣν ἠδίκησαν, ἐν τῷ κατοικισθῆναι αὐτοὺς ἐπὶ τὴν γῆν αὐτῶν ἐπʼ εἰρήνης, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν,

ἐν τῷ ἀποστρέψαι με αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συνα- γαγεῖν με αὐτοὺς ἐκ τῶν χωρῶν τῶν ἐθνῶν, καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν ἐθνῶν·

καὶ γνωώσονται ὅτι ἐγώ εἰμι Κύριος [*](14 εκζητησουσιν] ζητησουσιν Q* (εκζ. Qmᵍ) + ακριβως A 15 και 1⁰] AQΓ + εσται A om Q την γην] pr πασον A ιδων] pr ο Qmg αυτο 1⁰] αυτω Q θαψουσιν Q γαι] γε BQ το πολυανδρ.] τε π. Β* vid (το π. B?) 17 om ειπον 1⁰ Q Κυριος] pr κς Q πεδιου] αγρου A ην] + εγω Q 20 om και 30 A Κυριος] pr κς AQ 23 επεσον AQvid 25 Κυριος] + ο θς A απο- στρεψω] αναστρεψω AQ αιχμαλωσιαν εν Ιακωβ] την αιχμ. Ιακωβ A αιχμ- Ιακωβ Q 26 λημψονται (ληψ. BᵇQᵃ)] λημψομαι A εαυτων] ουτων AΓ την γην] |της]) γης Γ εκφοβων] + [α]υΙτρυς Γ 27 om των χωρων...ενωπιον Γ των εθνων 3⁰] εθνων πολων A)

472
[*](B) ὁ θεὸς αὐτῶν, ἐν τῷ ἐπιφανῆναί με αὐτοῖς ἐν τοῖς ἔθνεσιν.

καὶ οὐκ ἀποστρέψω οὐκέτι τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν, ἀνθʼ οὗ ἐξέχεα τὸν θυμόν μου ἐπὶ τὸν οἶκον Ἰσραήλ, λέγει κύριος Κύριος.