Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, στηρισον τὸ πρόσωπόν σου ἐπὶ Γὼγ καὶ τὴν γῆν τοῦ Μαγώγ, ἄρχοντα Ῥώς, Μέσοχ, καὶ Θοβέλ, καὶ προφήτευσον ἐπ αὐτὸν

καὶ εἰπὸν αὐτῷ Τάδε λέγει κύριος Κύριος Ἰδοὺ ἐγὼ ἐπὶ ἄρχοντα Ῥώς, Μέσοχ. καὶ Θοβέλ,

καὶ συνάξω σε καὶ πᾶσαν τὴν δύναμίν σου, ἵππους καὶ ἱππεῖς ἐνδεδυμένους θώρακας πάντας συναγαογῇ πολλῇ, πέλται καὶ [*](22 Ισραηλ] pr του A ουτων] pr παντων A et (sub ) Q + (sub ?? ) εις AQ βασιλεα Q ετι] ουκετι A βασιλειας] βασιλεις Q 23 ουτων 1⁰] + εν οις ημαρτοσαν εν αυτοις και εν τοις προσοχθεισμασιν ουτων και εν πασαις ταις βασι- λειαις (sic) ουτων A + (stub θ' ?? ) και εν τοις προσοχθισμασιν ουτων και εν πασαις ταις ασεβειαις ουτων Q ημαρτοσαν] ν sup ras B? om Κυριος Q 24 εσται ποιμην εις] και ποιμην εις εσται AQ παντων] + (sub ?? ) ουτων Q μου 2⁰] μοι Β* (μου Bᵃ? ᵇ) πορευσωνται A φυλαξωνται A 25 εγω δεδωκα] εδωκα εγω Q αυτοι] και οι υιοι ουτων και οι υιοι των υιων ουτων εως αιωνος A et (sub αʼθʼ ?? ) Q και 3⁰] + ιδου A αρχων] ουτων εσται AQ* (εσται sup Q?) 26 διαθηκη] pr και A ουτων 1⁰] + (sub αʼθ" ??) και δωσω αυτους και πληθυνω αυτους Q 27 θεος] εις θν A μου εσονται] εσονται μοι A εσ. μου Q 28 om τα εθνη A αιωνα]| + λεγει κς A X XX VIII 1 pr tit περι Γωγ και Μαγωγ Qᵐᵍ sup 2 Γωγ] adnot δωματα Qᵐᵍ Μαγωγ] τηγμος (sic ut vid) η απο δωματων Qᵐᵍ Ρως] adnot κεφαλης Qᵐᵍ Μεσοχ] Μοσοχ A adnot εκστασις Qᵐᵍ οβελ] adnot συμπασα Qmᵍ 3 κυριος 1⁰] αδωναι A επι] + σε Bᵃᵇ σε Γωγ AQ αρχοντα] pr και A Μεσοχ] Μοσοκ A 4 και 1⁰] pr (sub θ' ??) και περιστρεψ ω σε και δωσω χαλινον εις τας σιαγονας σου Q)

468
[*](B) περικεφαλαῖαι καὶ μάχαιραι·

ΙΙέρσαι καὶ Αἰθίοπες καὶ Λίβυες, πάντες περικεφαλαίαις καὶ πέλταις,

Γόμερ καὶ πάντες οἱ περὶ αὐτόν, οἶκος τοῦ εργαμὰ ἀπʼ ἐσχάτου βορρᾶ καὶ πάντες οἱ περὶ αὐτόν, καὶ ἔθνη πολλὰ μετὰ σοῦ.

ἑτοιμάσθητι, ἑτοίμασον σεαυτὸν σὺ καἴπᾶσα ἡ συναγωγὴ σου, οἱ συνηγμένοι μετά σοῦ, καὶ ἔσῃ μοι εἰς προφυλακήν.

ἀφʼ ἡμερῶν πλειόνων ἑτοιμασθήσεται, καὶ ἐπʼ ἐσχάτου ἐτῶν ἐλεύσεται καὶ ἥξει εἰς τὴν γῆν τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας, συνηγμένων ἀπὸ ἐθνῶν πολλῶν, ἐπὶ γῆν Ἰσραὴλ ἡ ἐγενήθη ἔρημος δι᾿ ὅλου· καὶ οὗτος ἐξ ἐθνῶν ἐξελήλυθεν, καὶ κατοικήσουσιν ἐπʼ εἰρήνης ἄπαντες.

καὶ ἀναβήσῃ ὡς ὑετός, καὶ ἤξει νεφέλη κατακαλύψαι γῆν, καὶ ἔσει σὺ καὶ πάντες οἱ περὶ σέ καὶ ἔθνη πολλὰ μετὰ σοῦ.

τάδε λέγει κύριος Κύριος Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναβήσεται ῥήματα ἐπὶ τὴν καρδίαν σου, καὶ λογιῇ λογισμοὺς πονηροὺς

καὶ ἐρεῖς Ἀναβήσομαι ἐπὶ γῆν ἀπερριμμένην, ἥξω ἐπὶ ἡσυχάζοντας ἐν ἡσυχίᾳ καὶ οἰκοῦντας ἐπʼ εἰρήνης, πάντας κατοικοῦντας γῆν ἐν ᾖ οὐχ ὑπαάρχει τεῖχος οὐδέ μοχλοί, καὶ θύραι οὐκ εἰσὶν αὐτοῖς·

προνομείσαι προνομὴν καὶ σκυλεῦσαι σκῦλα αὐτῶν, τοῦ ἐπιστρέψαι χεῖρά μου εἰς τὴν ἠρημωμένην ἣ κατοικίσθη, καὶ ἐπ᾿ ἔθνος συνηγμένον ἀπὸ ἐθνῶν πολλῶν, πεποιηκότας κτήσεις, κατοικοῦντας ἐπὶ τὸν ὀμφαλὸν τῆς γῆς.

Σαβὰ καὶ Δαιδὰν καὶ ἔμποροι Καρχη· δόνιοι καὶ πᾶσαι αἱ κῶμαι αὐτῶν ἐροῦσίν σοι Εἰς προνομὴν τοῦ προνομεῦσαι σὺ ἔρχῃ καὶ σκυλεῦσαι σκῦλα; συνήγαγες συναγωγήν σου λαβεῖν ἀργύριον καὶ χρυσίον, ἀπενέγκασθαι κτῆσιν τοῦ σκυλεῦσαι σκῦλα;

Διὰ τοῦτο προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ [*](AQ) [*](4 μααχαιραι] + (sub) θ' ?? ) παντες αυτοι Q 5 ΙΙερσαι] adnot πειρα- ζομενοι Qmg Αιθιοπες] adnot ταπεινωσις Qmg Λιβυες] + και Λ υδοι A + (sub ?? ) μετ ουτων udnot στομα αποκλινοντος Qmg περικεφαλαιαις] pr εν A 6 Γομερ] adnot πικρασθησεται Qᵐᵍ Θεργαμα] adnot παροικια τις Qᵐᵍ 7 ετοιμασον] pr και A σεαυτον] σαυτον Q 8 πλειονων] + ετων A εσχατων A επι γην Ισραηλ] εις την γην του Ιηλ A ουτος εξ εθνων εξελη- λυθεν] αυτος εξελ. εκ των εθν. A 9 ηξεις AQ νεφελη] καταιγις Qmᵍ εσει ( ση Bᵃᵇ)] πεση AQ 10 Κυριος] + ο θς A 11 απεριμμενην AQ επι 2⁰] εφ Q οικουντας] κατοικου τας A γην εν η] πολεις εν αις A αυτοις] αυταις A 12 om ουτων A χειρα] pr την A την ηρημ.] γην ηρημ. Q επ] επι AQ κτησεις] + (sub σ' ??) και υπαρξι Q κατοι- κουντας] pr και Q 13 Σαβα] Σαβον Q adnot κυκλος Qmg Δαιδαν] Δαδαν Q adnot κατασκοπη χαρας Qᵐᵍᵛⁱᵈ εμποροι] pr οι A Καρχηδονιοι (Κ sup ras Bᵃᵇ)] Καλκηδονος A adnot μονοτης Καρχ. Θαρσεις Qᵐᵍᵛⁱᵈ |κωμαι ουτων] χωραι αυτης A του προνομευσαι εις προνομην A απεινεγκασθαι Q* (απεν. Qᵃ) κτησιν] κτησεις A | σκυλα 2⁰] + (sub θ΄ ??) μεγαλα Q 14 ειπον] ειπε Q* (om και ειπ. Q?)

469
Γώγ Τάδε λέγει Κύριος Οὐκ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν τῷ κατοικισθῆναι [*](B) τὸν λαόν μου Ἰσραὴλ ἐπʼ εἰρήνης, ἐγερθήσῃ ;

καὶ ἥξεις ἐκ τοῦ τόπου σου ἀπʼ ἐσχάτου βορρᾶ, καὶ ἔθνη πολλὰ μετὰ σοῦ, ἀναβάται ἵππων πάντες, συναγωγὴ μεγάλη καὶ δύναμις πολλή,

καὶ ἀναβήσῃ ἐπὶ τὸν λαόν μου Ἰσραὴλ ὡς νεφέλη καλύψαι γῆν· ἐπʼ ἐσχάτων τῶν ἡμερῶν ἔσται, καὶ ἀνάξω σε ἐπὶ τὴν γῆν μου, ἵνα γνῶσιν πάντα τὰ ἔθνη ἐμέ, ἐν τῷ ἁγιασθῆναί με ἐν σοὶ ἐνώπιον αὐτῶν.

τάδε λέγει κύριος Κύριος τῷ Γώγ Σὺ εἶ περὶ οὗ ἐλάλησα πρὸ ἡμερῶν τῶν ἔμπροσθεν διὰ χειρὸς τῶν δούλων μου προφητῶν τοῦ Ἰσραήλ, ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἔτεσιν, τοῦ ἀγαγεῖν σε ἐπʼ αὐτούς.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ἡμέρᾳ ᾗ ἂν ἔλθῃ Γὼγ ἐπὶ τὴν γῆν Ἰσραήλ, λέγει κύριος Κύριος, ἀναβήσεται ὁ θυμός μου

καὶ ὁ ζῆλός μου. ἐν πυρὶ τῆς ὀργῆς μου ἐλάλησα Εἰ μὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται σεισμὸς μέγας ἐπὶ γῆς Ἰσραήλ,

καὶ σεισθήσονται ἀπὸ προσώπου Κυρίου οἱ ἰχθύες τῆς θαλάσσης καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ θηρία τοῦ πεδίου καὶ πάντα τὰ ἑρπετὰ τὰ ἕρποντα ἐπὶ τῆς γῆς καὶ πάντες οἱ ἄνθρωποι οἱ ἐπὶ προσώπου τῆς γῆς, καὶ ῥαγήσεται τὰ ὄρη καὶ πεσοῦνται αἱ φάραγγες, καὶ πᾶν τεῖχος ἐπὶ τὴν γῆν πεσεῖται.