Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐν τῷ εἶπαί με τῷ δικαίῳ Οὗτος πέποιθεν ἐπὶ τῇ δικαιοσύνῃ αὐτοῦ, καὶ ποιήσῃ ἀνομίαν, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ οὐ μὴ ἀναμνησθῶσιν, ἐν τῇ ἀδικίᾳ αὐτοῦ ᾖ ἐποίησεν, ἐν αὐτῇ ἀποθανεῖται.

καὶ ἐν τῷ εἶπαί με τῷ ἀσεβεῖ Θανάτῳ θανατωθήσῃ, καὶ ἀποστρέψῃ ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην,

καὶ ἐνεχύρασμα ἀποδοῖ καὶ ἁρπάγματα ἀποτίσῃ, ἐν προστάγμασιν ζωῆς διαπορεύηται τοῦ μὴ ποιῆσαι ἄδικον, ζωῇ ζήσεται καὶ οὐ μὴ ἀποθάνῃ·

πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ ἂς ἥμαρτεν οὐ μὴ ἀναμνησθῶσιν· ὅτι κρίμα καὶ δικαιοσύνην ἐποίησεν, ἐν αὐταῖς ζήσεται.

καὶ ἐροῦσιν οἱ υἱοὶ τοῦ λαοῦ σου Οὐκ εὐθεῖα ἡ ὁδὸς τοῦ κυρίου· καὶ αὕτη ἡ ὁδὸς αὐτῶν οὐκ εὐθεῖα.

ἐν τῷ ἀποστρέψαι δίκαιον ἀπὸ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσῃ ἀνομίας, καὶ ἀποθανεῖται ἐν αὐταῖς.

καὶ ἐν τῷ ἀποστρέψαι τὸν ἁμαρτωλὸν ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην, ἐν αὐτοῖς αὐτὸς ζήσεται.

καὶ τοῦτό ἐστιν ὃ εἴπατε Οὐκ εὐθεῖα ἡ ὁδὸς Κυρίου· ἕκαστον ἐν ταῖς ὁδοῖς αὐτοῦ κρινῶ ὑμᾶς, οἶκος Ἰσραήλ.

[*](AQ)[*](9 σαυτου] σου A σεαυτου Q εξηρησαι] ερρυσω A 10 ημιν] ημας A 11 ταδε λεγει] λεγει αδωναι Aa (sup ras: om A*) αδωναι Q ασεβους] αμαρ- τωλου A αποστρεψ αι] pr το A αυτου] + της πονηρας A της οδου υμων] των οδων υμων των πονηρων A της οδου υμ. ?? της πονηρας Q αποθανησκετε Q* (αποθν. Q?) 12 ειπον] pr και συ υιε ανου A et (sub α'θ' ?? ) Q |ασεβους] ανομου A και δικαιος ου sup ras Aᵃ δυνηται] δυνησεται A σωθηναι] + εν ημερα αμαρτιας (μαρτι sup ras Aa) αυτου A et (sub α'θ' ?? ) Q 13 ειπαι] ειπειν BᵃᵇAQ δικαιω] + ζωη ζηση και A επι] εν Q ποιηση] pr εαν A ανομιαν] αδικιαν A αυτου 2⁰] + ας εποιησεν A αναμνησθωσιν] μνησθωσιν AQ αδικεια B* (.κια Bᵇ) 14 ειπαι] ειπειν BᵃᵇAQ αμαρτιας] ασε- βειας A 15 ενεχυρασμα...αποτιση] ενεχυρον και αρπαγμα αποτισει A ενεχυρασμα αποθω και αρπαγμα αποτισει Q προσταγματι A αποθανειται A 16 ημαρτεν] εποιησεν A αναμνησθωσιν] μνησθωσιν ετι A + (sub θ'σ' ??) αυτω Qmg αυταις] αυτοις AQᵃ 17 του κυριου] om του Q 18 αυτου] εαυτου Q ανομιαν A αυταις] αυτη A 20 εκαστος Q* (.τον Qᵃ) |εν ταις οδοις αυτου] κατα τας οδους υμων A Ισραηλ] + λεγει κα A)
457

Καὶ ἐγενήθη ἐν τῷ δωδεκάτῳ ἔτει, ἐν τῷ δωδεκάτῳ μηνί, πέμπτῃ [*](B) τοῖ μηνός, τῆς αἰχμαλωσίας ἡμῶν, ἦλθεν ὁ ἀνασωθεὶς πρὸς μέ ἀπὸ Ἰερουσαλήμ λέγων Ἑάλω ἡ πόλις.

καὶ ἐγενήθη ἐπʼ ἐμέ χεὶρ Κυρίου ἑσπέρας πρὶν ἐλθεῖν αὐτόν, καὶ ἤνοιξέν μου τὸ στόμα ἕως ἦλθεν πρὸς μέ τὸ πρωί καὶ ἀνοιχθέν μου τὸ στόμα οὐ συνεσχέθη ἔτι

καὶ ἐγενήθη λόγος Κυρίου πρὸς μὲ λέγων

Υἱὲ ἀνθρώπου, οἱ κατοικοῦντες τὰς ἠρημωμένας ἐπὶ τῆς γῆς τοῦ Ἰσραὴλ λέγουσιν Εἰς ἦν Ἀβραὰμ καὶ κατέσχεν τὴν γῆν, καὶ ἡμεῖς πλείους ἐσμέν, ἡμῖν δέδοται ἡ γῆ εἰς κατάσχεσιν.

διὰ τοῦτο εἰπὸν αὐτοῖς

Τάδε λέγει κύριος Κύριος Ζῶ ἐγώ, εἰ μὴν οἱ ἐν ταῖς ἠρημωμέναις μαχαίραις πεσοῦνται, καὶ οἱ ἐπὶ προσώπου τοῦ πεδίου τοῖς θηρίοις τοῦ ἀγροῦ δοθήσονται εἰς κατάβρωμα, καὶ τοὺς ἐν ταῖς τετειχισμέναις καὶ τοὺς ἐν τοῖς σπηλαίοις θανάτῳ ἀποκτενῶ.

καὶ δώσω τὴν γῆν ἔρημον, καὶ ἀπολεῖται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς, καὶ ἐρημωθήσεται τὰ ὄρη τοῦ Ἰσραὴλ διὰ τὸ μὴ εἶναι διαπορευόμενον.

καὶ γνώσονται ὅτι ἐγὼ εἰμι Κύριος· καὶ ποιήσω τὴν γῆν αὐτῶν ἔρημον, καὶ ἐρημωθήσεται διὰ πάντα τὰ βδελύγματα αὐτῶν ἂ ἐποίησαν.

καὶ σύ, υἱὲ ἀνθρώπου, οἱ υἱοὶ τοῦ λαοῦ σου οἱ λαλοῦντες περὶ σοῦ παρὰ τὰ τείχη καὶ ἐυ τοῖς πυλῶσι τῶν οἰκιῶν, καὶ λαλοῦσιν ἄνθρωπος τῷ ἀδελφῷ αὐτοῦ λέγοντες Συνέλθωμεν καὶ ἀκούσαωμεν τὰ ἐκπορευόμενα παρὰ Κυρίου.

ἔρχονται πρὸς σέ ὡς συμπορεύεται λαός, καὶ κάθηνται ἐναντίον σου καὶ ἀκούουσιν τὰ ῥήματά σου, καὶ αὐτὰ οὐ μὴ ποιήσουσιν, ὅτι ψεῦδος [*](21 pr tit εαλω η πολις ετει ιβ' μηνι ι' ημερα ε' Qmg sup εγενηθη] εγενετο A | AQ δωδεκατω 2⁰] δεκοτω Q* (δωδ. Qᵐᵍ) ο ανασωθεις] non inst ο Bᵇ vid om απο Ιερουσαλημ A* (ε απο Ιλημ λεγω sup ras Aᵇ) 22 και εγενηθη... Κυριου] και χειρ κυ εγενηθη επ εμε Q εγενηθη] εγενετο A αυτον] + προς με A μου το στομα (1⁰)] το στομα μου A εως] ως BᵃᵇQ μου το στομα (2⁰)] το στομα μου Q συνεσχεθη] συνεκλεισθη A 23 εγενηθη] εγενετο A 24 τας ηρημωμενας (τας ηρημωμεν sup ras Aᵇ)] + (suI θʼ ) ταυτας Qmg om εσμεν Qᵃ 25 ειπον αυτοις] ειπε προς αυτους A 27 ταδε λεγει] pr (25) ουτως ειπεν αδωναι κς επι τω αιματι φαγεσθαι και οφθαλμους υμων λημφ εσθαι προς ιδωλα υμων και αιμα εκχειται και την γην κληρονομησεται (26) εστητε επι τη ρομφαια υμω εποιησατε βδελυγμα και ανηρ τον πλησιον αυτου εμι- αναται και την γην κληρονομησεται ουτως A pr sub Θ' ?? (25) επι (επει Qᵃ) του αιματος εσθετε και τους οφθαλμους υμων αιρετε προς τα ειδωλα υμων και αιμα εκχεετε και την γην κληρονομησετε (26) εστητε επι της μα χαιρας υμων εποιησατε βδελυγμα και εκαστος την γυναικα του πλησιον αυτου εμιανατε και την γην κληρονομησετε ουτως ερεις προς αυτους ταδε λεγει αδωναι κς Q ει] η Qᵃ μα χοιρα A 28 ερημωθησονται A του Ισραηλ] om του A 29 ερημωθησονται Q 30 εν] pr οι Q πυλωσιν A λαλουσιν] ελαλουν AQ ανθρωπος] pr α'θ' εις συν ενι Qmg ακουσομεν A 31 ερχονται] pr και AQ σου 1⁰] + ο λαος μου A et (sub θ'σ' ??) Q ακουωσιν A ποιησωσιν A (-σειν) Q) )

458
[*](B) ἐν τῷ στόματι αὐτῶν καὶ ὀπίσω τῶν μιασμάτων ἡ καρδία αὐτῶν.

καὶ γίνῃ αὐτοῖς ὡς φωνὴ ψαλτηρίου ἡδυφώνου εὐαρμόστου, καὶ ἀκούσονταί σου τὰ ῥήματα καὶ οὐ μὴ ποιήσουσιν αὐτά.

καὶ ἡνίκα ἂν ἔλθῃ, ἐροῦσιν Ἰδοὺ ἥκει· καὶ γνώσονται ὅτι προφήτης ἦν ἐν μέσῳ αὐτῶν.