Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μ λέγων

Υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς ποιμένας τοῦ Ἰσραήλ, προφήτευσον καὶ εἰπὸν τοῖς ποιμέσι Τάδε λέγει κύριος Κύριος Ὦ ποιμένες Ἰσραήλ, μὴ βόσκουσιν ποιμένες ἑαυτούς; οὐ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες;

ἰδοὺ τὸ γάλα κατέσθετε καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὸ παχὺ σφάζετε, καὶ τὰ πρόβατά μου οὐ βόσκετε.

τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε, καὶ τὸ κακῶς ἔχον οὐκ ἐσαωματοποιήσατε, καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε, καὶ τὸ πλανώμενον οὐκ ἀπεστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε, καὶ τὸ ἰσχυρὸν κατειργάσασθε μόχθῳ.

καὶ διεσπάρη τὰ πρόβατά μου διὰ τὸ μὴ εἶναι ποιμένας, καὶ ἐγενήθη εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ.

καὶ διεσπάρη μου τὰ πρόβατα ἐν παντὶ ὄρει καὶ ἐπὶ πᾶν βουνὸν ὑψηλόν, καὶ ἐπὶ προσώπου τῆς γῆς διεσπάρη καὶ οὐκ ἦν ὁ ἐκζητῶν οὐδὲ ὁ ἀποστρέφων.

διὰ τοῦτο, ποιμένες, ἀκούσατε λόγον Κυρίου

Ζῶ ἐγὠ, λέγει κύριος Κύριος, εἰ μὴν ἀντὶ τοῦ γενέσθαι τὰ πρόβατά μου εἰς προνομήν, καὶ γενέσθαι τὰ πρόβατά μου εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ πεδίου παρὰ τὸ μὴ εἶναι ποιμένας, καὶ οὐκ ἐξεζήτησαν οἱ ποιμένες τὰ πρόβατά μου, καὶ ἐβόσκησαν οἱ ποιμένες ἑαυτοὺς τὰ δὲ πρόβατά μου οὐκ ἐβόσκησαν·

ἀντὶ τούτου, ποιμένες,

τάδε λέγει κύριος Κύριος Ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας, καὶ ἐκζητήσω τὰ [*](AQ)[*](31 η καρδια ουτων] ουτων η καρδια εστιν A ουτων 2⁰] + (sub α'θ' ?? ) πο- ρευεται Q 32 ακουσονται] ακουοντες A τα ρηματα σου A om και 30 A 33 και 1⁰] + εσται A αν] εαν A X X X IV 1 pr tit επι τους ποιμενας του Ιηλ ᵐᵍᵃᵐρ 2 τοις ποιμεσι (-σιν Q)] αυτοις A οι γ' προς αυτους Qmg ποιμενες 1⁰] pr οι Q βοσκουσιν ποιμενες] οι ποιμαινες βοσκ. A ου] ουχι A ποιμενες 2⁰] pr οι Q 3 κατεσθιετε AQ σφαζετε] εσηφαζεται A ου βοσκετε] ουκ εβοσκεται A 4 ησθενηκως A και το κακως εχον (εχων A) ουκ εσωματοπ.] θ' ?? και το αρρωστον ουκ ιασασθε Q απεστρεφ ατε] επε- στρεψατε A (-ται) Q απωλωλος Β* ᵛiᵈ (απολ Bᵃᵇ) 5 διεσπαρησαν A | εγενηθησαν A αγρου] και τοις πετεινοις του ουνου A 6 διεσπαρη 1⁰] διεσπαρησαν A + (sub θ' ?? ) και ηγνοησαν Q μου τα προβατα] τα προβατα μου AQ παν] πανια AQᵃ προσωπου] παντι προκωπω A της γης] pr πασης A) διεσπαρη 2⁰] + τα προβατα μου A et (sub θ' ?? ) Q |εκζητων] ζητων A 8 κυριος] αδωναι Q μην] μη Q πασιν A πεδιου] αγρου A οι ποιμενες τα προβατα μου] τα πρ. μου οι ποιμαινες A 9 ποιμενες] +ακουσατε λογον κυ A et (sub α'θ'σ' ??) Q 10 κυριος] αδωναι A )

459
πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀποστρέψω αὐτοὺς τοῦ [*](B) μὴ ποιμαίνειν τὰ πρόβατά μου, καὶ οὐ βοσκήσουσιν ἔτι οἱ ποιμένες αὐτά· καὶ ἐξελοῦμαι τὰ πρόβατά μου ἐκ τοῦ στόματος αὐτῶν, καὶ οὐκ ἔσονται αὐτοῖς ἔτι εἰς κατάβρωμα.

διότι τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐκζητήσω τὰ πρόβατά μου καὶ ἐπισκέψομαι αὐτά.

Xώσπερ ζητεῖ ὁ ποιμὴν τὸ ποίμνιον αὐτοῦ ἐν ἡμέρᾳ ὅταν ᾖ γνόφος καὶ νεφέλη ἐν μέσῳ προβάτων διακεχυρισμέναων, οὕτως ἐκζητήσω τὰ πρόβατά μου καὶ ἀπελάσω αὐτὰ ἀπὸ παντὸς τόπου οὗ διεσ πάρησαν ἐκεῖ ἐν ἡμέρᾳ νεφέλης καὶ γνόφου.

καὶ ἐξάξω αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συνάξω αὐτοὺς ἀπὸ τῶν χωρῶν, καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν αὐτῶν, καὶ βοσκήσω αὐτοὺς ἐπὶ τὰ ὄρη Ἰσραὴλ καὶ ἐν ταῖς φάραγξιν καὶ ἐν πάσῃ κατοικίᾳ τῆς γῆς·

ἐν νομῇ ἀγαθῇ βοσκήσω αὐτούς, ἐν τῷ ὄρει τῷ ὑψηλῷ Ἰσραήλ. καὶ ἔσονται αἱ μάνδραι αὐτῶν ἐκεῖ καὶ κοιμηθήσονται, καὶ ἐκεῖ ἀναπαύσονται ἐν τρυφῇ ἀγαθῇ, καὶ ἐν νομῇ πίονι βοσκηθήσονται ἐπὶ τῶν ὀρέων Ἰσραήλ.

ἐγὼ βοσκήσω τὰ πρόβατά μου καὶ ἐγὼ ἀναπαύσω αὐτά, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. τάδε λέγει κύριος Κύριος

Τὸ ἀπολωλὸς ζητήσω, καὶ τὸ πλανώμενον ἐπιστρέψω, καὶ τὸ συντετριμμένον καταδήσω, καὶ τὸ ἐκλιπὸν ἐνισχύσω, καὶ τὸ ἰσχυρὸν φυλάξω, καὶ βοσκήσω αὐτὰ μετὰ κρίματος.

καὶ ὑμεῖς, πρόβατα, τάδε λέγει κύριος Κύριος Ἰδοὺ ἐγὼ διακρινῶ ἀνὰ μέσον προβάτου καὶ προβάτου, κριῶν καὶ τράγων.

καὶ οὐχ ἱκανὸν ὑμῖν ὅτι τὴν καλὴν νομὴν ἐνέμεσθε, καὶ τὰ κατάλοιπα τῆς νομῆς ὑμῶν κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν καὶ τὸ καθεστηκὸς ὕδωρ ἐπίνετε, καὶ τὸ λοιπὸν τοῖς ποσὶν ὑμῶν ἐταράσσετε;

καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον;

Διὰ τοῦτο τάδε λέγει κύριος Κύριος Ἰδοὺ ἐγὼ διακρινῶ ἀνὰ μέσον προβἀτου [*](10 ου] + μη A ουκ εσονται αυτοις ετι] ουκετι εσ. αυτ. A ουκ εσ. αυτ. Q AQ 11 Κυριος] κς κς BᵃᵇQ κς κς ο θς A εγω] + σʼ ?? αυτος Qᵐᵍ 12 ωσπερ ζητει] ως επισκεπτετε A om οταν η A γνοφος κ. νεφελη] γνοφου κ. νεφελης A pr ?? Q? προβατων] + (sub ?? ) αυτου A) απελασω] συναξω A 13 απο] εκ A φαραγξι Bᵇ 14 om εν 1⁰ A υψηλω] + εν τω ορει A 14—15 και εν νομη.. εγω ειμι κε sup ras Aᵃ 14 Ισραηλ 2⁰] pr του Aᵃ 15 και γνωσονται οτι εγω ειμι Κυριος] pr ?? Q? γνωσονται] επιγνωσονται Aᵃ οτι] διοτι Aᵃ 16 ζητησω] εκζητησω A πλανωμενον] πεπλανημενον A επιστρεψω] αποστρεψω Bᵃᵇ εκλιπον] εκλειπον BᵃᵇAQ ενισχυσω] + (sub Θ' ?? ) και το πιον Q και το ισχ. φυλαξω sub θ΄ ?? Q? 17 προβατα] pr τα A +μου Q διακρινω] ανακρινω Q κριων και τραγων] κρειου και τραγου A 18 om υμων 10 A κατεπατειτε τοις ποσιν υμων] τοις ποσιν υμων κατεπα- τειται A εταρασσετο B?ᵛiᵈ 19 υπο] απο Q 20 Κυριος] + ο θς A + προς αυτους Q διακρινω] ανακρινω Q )

460
[*](B) ἰσχυροῦ καὶ ἀνὰ μέσον προβάτου ἀσθενοῦς.