Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ δώσω τὰς σάρκας σου ἐπὶ τὰ ὄρη, καὶ ἐνπλήσω ἀπὸ τοῦ αἵματός σου·

καὶ ποτισθήσεται ἡ γῆ ἀπὸ τῶν προχωρημάτων σου, ἀπὸ τοῦ πλήθους σου ἐπὶ τῶν ὀρέων· φάραγγας ἐνπλήσω ἀπὸ σοῦ.

καὶ κατακαλύψω ἐν τῷ σβεσθῆναί σε οὐρανὸν καὶ συσκοτάσω τὰ ἄστρα αὐτοῦ, ἥλιον ἐν νεφέλῃ καλύψω, καὶ σελήνη οὐ μὴ φάνῃ τὸ φῶς αὐτῆς.

πάντα τὰ φαίνοντα φῶς ἐν τῷ οὐρανῷ συσκοτάσουσιν ἐπὶ σέ, καὶ δώσω σκότος ἐπὶ τὴν γῆν, λέγει κύριος Κύριος.

καὶ παροργιῶ καρδίαν λαῶν πολλῶν, ἡνίκα ἂν ἄγω αἰχμαλωσίαν σου εἰς τὰ ἔθνη, εἰς γῆν ἣν οὐκ ἔγνως.

καὶ στυγνάσουσιν ἐπὶ σὲ ἔθνη πολλά, καὶ οἱ βασιλεῖς [*](AQ)[*](17 εν τοις τραυματιαις] μετα τραυματιων A om απο A οι κατοικουντες] pr παντες A της ζωης ουτων] ζωης αυτου Q 18 ωμοιωθης (ομ. A)] + (sub ?? ) εν ισχυι εν δοξη εν μεγαλοτητι (corr μεγαλειοτητι) εν ξυλοις τρυφης και Q γης βαθος] γην βαθους A το πληθος] pr παν AQ X X X II 1 pr tit θρηνος επι Φαραω. ετει ιβ. μηνι ι' ημερα α' Q ᵐᵍ sup δωδεκατω] ενδεκατω A * δεκοτω] δωδεκατω A*ᵛⁱᵈ (ras δω A?) 2 δρακων] pr ο A ο εν] om ο Q τοις ποταμοις] τους ποταμους A υδωρ] pr το A ποσι Bᵇ 3 Κυριος] pr αδωναι A pr κς Q δικτυα] δικτυον A + μου και εν εκκλησια A + (sub α'θ' ?? ) μου εν εκκλησια Q μου] μ sup ras Aᵃ 4 πετεινα] + του ουρανου AQ εν- πλησω (εμπλ. BᵇAQ item 5, 6)] + εκ σου AQ πασης sub ?? Q? 5 εν- πλησω] + (sub οι γ ?? τας φαραγγας Q σου 2⁰] + πασον γην A + (sub οι γ ?? ) τας φαραγγας Q 6 προχωρηματων σου] adnot σαφεστερον ο εβραιος απο των ιχωρων σου εχει Q?mg προχωρηματων] χωρηματων A απο 2⁰] pr και A 7 τα αστρα αυτου] τους αστερας του ουνου A σεληνη] pr η A μη φανη] δωσει A φως] φαος A 8 πανια] pr και A γην] + σου BᵃᵇAQ Κυριος] + ο θς A 9 αν] εαν Bᵃᵇ αγω] om A*ᵛⁱᵈ αγαγω Arec(sup ras) Q (rescr αιχμα Arec mg) γην] pr την A 10 σε] σοι Q om πολλα A )

453
αὐτῶν ἐκστάσει ἐκστήσονται, ἐν τῷ πέτασθαι τὴν ῥομφαίαν μου ἐπὶ [*](B) πρόσωπα αὐτῶν, προσδεχόμενοι τὴν πτῶσιν αὐτῶν ἀφʼ ἡμέρας πτώσεως σου.

ὅτι τάδε λέγει Κύριος Ῥομφαία βασιλέως Βαβυλῶνος ἤξει σοι

ἐν μαχαίραις γιγάντων, καὶ καταβαλῶ τὴν ἰσχύν σου· λοιμοὶ ἀπὸ ἐθνῶν πάντες, καὶ ἀπολοῦσι τὴν ὕβριν Αἰγύπτου, καὶ συντριβήσεται πᾶσα ἡ ἰσχὺς αὐτῆς.

καὶ ἀπολῶ πάντα κτήνη αὐτῆς ἀφʼ ὕδατος πολλοῦ, καὶ οὐ μὴ ταράξῃ αὐτὸ ποὺς ἀνθρώπου ἔτι, καὶ ἴχνος κτηνῶν οὐ μὴ καταπατήσῃ αὐτό.

οὕτως τότε ἡσυχάσει τὰ ὕδατα αὐτῶν, καὶ οἱ ποταμοὶ αὐτῶν ὡς ἔλαιον πορεύσονται, λέγει Κύριος.

ὅταν δῶ Αἴγυπτον εἰς ἀπώλειαν καὶ ἐρημωθῇ ἡ γῆ σὺν τῇ πληρώσει αὐτῆς, ὅταν διασπείραω πάντας τοὺς κατοικοῦντας ἐν αὐτῇ, καὶ γνώσονται ὅτι ἐγὼ εἰμι Κύριος.

θρῆνός ἐστιν καὶ θρηνήσεις αὐτόν, καὶ αἱ θυγατέρες τῶν ἐθνῶν θρηνήσουσιν αὐτόν· ἐπʼ Αἴγυπτον καὶ ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῆς θρηνήσουσιν αὐτήν, λέγει κύριος Κύριος.

Καὶ ἐγενήθη ἐν τῷ δωδεκάτῳ ἔτει τοῦ πρώτου μηνὸς πεντεκαιδεκάτῃ τοῦ μηνὸς ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, θρήνησον ἐπὶ τὴν ἰσχὺν Αἰγύπτου, καὶ καταβιβάσουσιν αὐτῆς τὰς θυγατέρας τὰ ἔθνη νεκρὰς εἰς τὸ βάθος τῆς γῆς, πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον·

ἐν μέσῳ μαχαίρας τραυματιῶν πεσοῦνται μετʼ αὐτοῦ, καὶ κοιμηθήσεται πᾶσα ἡ ἰσχὺς αὐτοῦ.