Ezechiel
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ κυπάρισσοι τοιαῦται ἐν τῷ παραδείσῳ τοῦ θεοῦ, καὶ αἱ πίτυες οὐχ ὅμοιαι ταῖς παραφυάσιν αὐτοῦ, καὶ ἐλάται [*](AQΓ)[*](23 Αιγυπτον] pr την (sub ?? ) Q 24 om και 1⁰ A δωσω] θησω A την χειρα] τας χειρας A 25 οι βραχιονες] οι δε βραχ. BᵃᵇAQΓᵛᵈ δουναι] +με A 26 Αιγυπτον] pr (sub ?? ) την Q γνωσονται] επιγνωσονται A παντες] + οι Αιγυπτιοι A X X X I 1 pr tit ετει ια μηνι γʼ ημερα α Qmg sup ενδεκατω] δεκατω Q* (superscr εν Qᵇ) om εν τω τριτω μηνι Γᵛⁱᵈ του μηνος] + (του τριτ]ου Γ vid 2 βασιλεαιγ. Β* (βασιλεα Αιγ. Bᵃᵇ) 3 παραφυασιν (παρα φυσιν Q*)] + και πυκνος εν τη σκεπη A et (sub θ' ?? ) Q εις] pr και AQ νεφελων] pr των A α'θ' δασεω| Qmg 4 συστεματα B*ᵇAQ*] συστηματα BᵃᵇQᵃ συστ. de Γ non liq αυτης 2⁰] + ηγαγεν κυκλω των φυτω αυτου και A 5 αυτου 2⁰] + και υψωθησαν αι παραφυαδες αυτου A et (sub θ' ?? ) Q αφ] εφ A πολλου] + εν τω εκτεινοι (κτειναι Q*) αυτον Q 6 υποκαιων Β* (.τ Bᵃᵇ) εγεννωσαν] ωσαν sup ras Aᵃ εν τη σκια] υπο την σκιαν A κατωκησεν Q 7 εγενηθησαν] εγεννησαν A 8 om και 1° A τοιαυται] +ουκ εγενηθησαν A αι πιτυες] om αι AQ παραφυασιν] παρα φυσιν Q* (παραφυασιν Qᵃ) )
διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ, καὶ ἐζήλωσεν αὐτὸν τὰ ξύλα τοῦ παραδείσου τῆς τρυφῆς τοῦ θεοῦ.
Διὰ τοῦτο τάδε λέγει Κύριος Ἀνθʼ ὧν ἐγένου μέγας τῷ μεγέθει καὶ ἔδωκας τὴν ἀρχήν σου εἰς μέσον νεφελῶν, καὶ εἶδου ἐν τῷ ὑψωθῆναι αὐτόν·
καὶ παρέδωκα αὐτὸν εἰς χεῖρας ἄρχοντος ἐθνῶν, καὶ ἐποίησεν τὴν ἀπώλειαν αὐτοῦ,
καὶ ἐξωλέθρευσαν αὐτὸν ἀλλότριοι λοιμοὶ ἀπὸ ἐθνῶν καὶ κατέβαλον αὐτὸν ἐπὶ τῶν ὀρέων· ἐν πάσαις ταῖς φάραγξιν ἔπεσαν οἱ κλάδοι αὐτοῦ, καὶ συνετρίβη τὰ στελέχη αὐτοῦ ἐν παντὶ πεδίῳ τῆς γῆς, καὶ κατέβησαν ἀπὸ τῆς σκέπης αὐτῶν πάντες οἱ λαοὶ τῶν ἐθνῶν καὶ ἠδάφισαν αὐτόν.
ἐπὶ τὴν πτῶσιν αὐτοῦ ἀνεπαύσαντο πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐπὶ τὰ στελέχη αὐτοῦ ἐγίνοντο πάντα τὰ θηρία τοῦ ἀγροῦ,
ὅπως μὴ ὑψωθῶσιν ἐν τῷ μεγέθει αὐτῶν καὶ πάντα τὰ ξύλι τὰ ἐν τῷ ὕδατι καὶ ἔδωκαν τὴν ἀρχὴν αὐτῶν εἰς μέσον νεφελῶν, καὶ οὐκ ἔστησαν ἐν τῷ ὕψει αὐτῶν πρὸς αὐτά· πάντες οἱ πίνοντες ὕδωρ, πάντες ἐδόθησαν εἰς θάνατον, εἰς γῆς βάθος, ἐν μέσῳ υἱῶν ἀνθρώπων, πρὸς καταβαίνοντας εἰς βόθρον.
Τάδε λέγει κύριος Κύριος Ἐν ᾗ ἡμέρᾳ κατέβη εἰς ἅδου, ἐπένθησεν αὐτὸν ἡ ἄβυσσὸς, καὶ ἐπέστησα τοὺς ποταμοὺς αὐτῆς καὶ ἐκώλυσα πλῆθος ὕδατος, καὶ ἐσκότασεν ἐπʼ αὐτὸν ὁ Λίβανος, πάντα τὰ ξύλα τοῦ πεδίου ἐπʼ αὐτῷ ἐξελύθησαν.
ἀπὸ τῆς φωνῆς τῆς πτώσεως αὐτοῦ ἐσείσθησαν τὰ ἐθνη, ὅτε κατεβίβαζον αὐτὸν εἰς ᾅδου μετὰ τῶν καταβαινόντων εἰς λάκκον, καὶ παρεκάλουν αὐτὸν ἐν γῇ πάντα τὰ ξύλα τῆς τρυφῆς καὶ τὰ ἐκλεκτὰ τοῦ Λιβάνου, πάντα τὰ πίνοντα ὕδωρ.
καὶ γὰρ αὐτοὶ [*](8 εγενοντο] εγενετο Q* (νοντο Qᵃ) ομοιαι 2⁰] ομοιοι A ομοιωθη] ωοιωθη AQ Q 9 εζηλωσαν A τα ξυλα] pr πανια Q της τρυφης του παραδεισου Q 10 Κυριος] pr αδωναι A pr κς Q νεφελων] pr των AQ ιδον Q 11 αυ- του] + (sub θ' ?? ) εξεβαλον αυτον Q 12 εξωλοθρευσαν Bᵇ om και 2° Q επεσον AQ ουτων] αυτου Q εδαφισαν A 13 εγινοντο] εγενοντο A θηρια του sup ras Aᵃ 14 om και 1⁰ BᵃᵇAQ εδωκαν] pr ουκ AQ την αρχην ουτων] α' το ακρον αυτω| θ' τον καυλον αυτω| σʼ τας καρδιας αυτω Qmg αυτα] αυτον AQa παντες 2⁰] pr αλλα A γης βαθος] γην βαθους A 15 κυριος] αδωναι A η ημερα] ημερα Q* ημ. μια Qmg επενθησεν...Λι- βανος] επεστησα επ αυτον την αβυσσον και εκωλυσα τους ποταμους (εστησα.. τους πο sup ras Aa) αυτης και εκωλυσεν πληθος υδατος και (και Aᵃ⁽ᵐᵍ) επεν- θησεν αυτον ο πιβανος και εξεστησαν επ αυτω A επενθησεν] + αυτον η αβυσ- σος εκαλεσεν και επεστησε τους ποταμους αυτης ӄ εκυκλωσεν Qmg αυτον η αβυσσος και επεστησα] επεστησα επ αυτον την αβυσσον και εκωλυσα Q εκωλυσα] εκυκλωσα Bᵃᵇ ᵐᵍ επ αυτω sup ras pl litt Aᵃ 16 απο της φψνης ...εθνη] και εσεισθησαν εθνη απο της ρωνης της πτωσεως αυτου A γη] +κατω AQ εκλεκτα] + (sub ?? ) και τα καλλιστα Q )
Τίνι ὡμοιώθης; κατάβηθι καὶ καταβιβάσθητι μετὰ τῶν ξύλων τῆς τρυφῆς εἰς γῆς βάθος· ἐν μέσῳ ἀπεριτμήτων κοιμηθήσῃ μετὰ τραυματιῶν μαχαίρας. οὕτως Φαραὼ καὶ τὸ πλῆθος τῆς ἰσχύος αὐτοῦ, λέγει κύριος Κύριος.
Καὶ ἐγένετο ἐν τῷ δωδεκάτῳ ἔτει ἐν τῷ δεκάτῳ μηνὶ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων
Υἱὲ ἀνθρώπου, λάβε θρῆνον ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου καὶ ἐρεῖς αὐτῷ Λέοντι ἐθνῶν ὡμοιώθης σὺ καὶ ὡς δράκων ὁ ἐν τῇ θαλάσσῃ, καὶ ἐκεράτιζες τοῖς ποταμοῖς σου, καὶ ἐτάρασσες ὕδωρ τοῖς ποσίν σου καὶ κατεπάτεις τοὺς ποταμούς σου.
τάδε λέγει Κύριος Καὶ περιβαλῶ ἐπὶ σὲ δίκτυα λαῶν πολλῶν, καὶ ἀνάξω σε ἐν τῷ ἀγκίστρῳ μου,
καὶ ἐκτενῶ σε ἐπὶ τὴν γῆν· πεδία πλησθήσεταί σου, καὶ ἐπικαθιῶ ἐπὶ σὲ πάντα τὰ πετεινά, καὶ ἐνπλήσω πάντα τὰ θηρία πάσης τῆς γῆς·