Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ γὰρ αὐτοὶ [*](8 εγενοντο] εγενετο Q* (νοντο Qᵃ) ομοιαι 2⁰] ομοιοι A ομοιωθη] ωοιωθη AQ Q 9 εζηλωσαν A τα ξυλα] pr πανια Q της τρυφης του παραδεισου Q 10 Κυριος] pr αδωναι A pr κς Q νεφελων] pr των AQ ιδον Q 11 αυ- του] + (sub θ' ?? ) εξεβαλον αυτον Q 12 εξωλοθρευσαν Bᵇ om και 2° Q επεσον AQ ουτων] αυτου Q εδαφισαν A 13 εγινοντο] εγενοντο A θηρια του sup ras Aᵃ 14 om και 1⁰ BᵃᵇAQ εδωκαν] pr ουκ AQ την αρχην ουτων] α' το ακρον αυτω| θ' τον καυλον αυτω| σʼ τας καρδιας αυτω Qmg αυτα] αυτον AQa παντες 2⁰] pr αλλα A γης βαθος] γην βαθους A 15 κυριος] αδωναι A η ημερα] ημερα Q* ημ. μια Qmg επενθησεν...Λι- βανος] επεστησα επ αυτον την αβυσσον και εκωλυσα τους ποταμους (εστησα.. τους πο sup ras Aa) αυτης και εκωλυσεν πληθος υδατος και (και Aᵃ⁽ᵐᵍ) επεν- θησεν αυτον ο πιβανος και εξεστησαν επ αυτω A επενθησεν] + αυτον η αβυσ- σος εκαλεσεν και επεστησε τους ποταμους αυτης ӄ εκυκλωσεν Qmg αυτον η αβυσσος και επεστησα] επεστησα επ αυτον την αβυσσον και εκωλυσα Q εκωλυσα] εκυκλωσα Bᵃᵇ ᵐᵍ επ αυτω sup ras pl litt Aᵃ 16 απο της φψνης ...εθνη] και εσεισθησαν εθνη απο της ρωνης της πτωσεως αυτου A γη] +κατω AQ εκλεκτα] + (sub ?? ) και τα καλλιστα Q )

452
[*](B) κατέβησαν μετʼ αὐτοῦ εἰς ᾅδοῦ ἐν τοῖς τραυματίαις ἀπὸ μαχαίρας, καὶ τὸ σπέρμα αὐτοῦ, οἱ κατοικοῦντες ὑπὸ τὴν σκέπην αὐτοῦ, ἐν μέσῳ τῆς ζωῆς αὐτῶν ἀπώλοντο.

Τίνι ὡμοιώθης; κατάβηθι καὶ καταβιβάσθητι μετὰ τῶν ξύλων τῆς τρυφῆς εἰς γῆς βάθος· ἐν μέσῳ ἀπεριτμήτων κοιμηθήσῃ μετὰ τραυματιῶν μαχαίρας. οὕτως Φαραὼ καὶ τὸ πλῆθος τῆς ἰσχύος αὐτοῦ, λέγει κύριος Κύριος.

Καὶ ἐγένετο ἐν τῷ δωδεκάτῳ ἔτει ἐν τῷ δεκάτῳ μηνὶ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, λάβε θρῆνον ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου καὶ ἐρεῖς αὐτῷ Λέοντι ἐθνῶν ὡμοιώθης σὺ καὶ ὡς δράκων ὁ ἐν τῇ θαλάσσῃ, καὶ ἐκεράτιζες τοῖς ποταμοῖς σου, καὶ ἐτάρασσες ὕδωρ τοῖς ποσίν σου καὶ κατεπάτεις τοὺς ποταμούς σου.

τάšδε λέγει Κύριος Καὶ περιβαλῶ ἐπὶ σὲ δίκτυα λαῶν πολλῶν, καὶ ἀνάξω σε ἐν τῷ ἀγκίστρῳ μου,

καὶ ἐκτενῶ σε ἐπὶ τὴν γῆν· πεδία πλησθήσεταί σου, καὶ ἐπικαθιῶ ἐπὶ σὲ πάντα τὰ πετεινά, καὶ ἐνπλήσω πάντα τὰ θηρία πάσης τῆς γῆς·

καὶ δώσω τὰς σάρκας σου ἐπὶ τὰ ὄρη, καὶ ἐνπλήσω ἀπὸ τοῦ αἵματός σου·

καὶ ποτισθήσεται ἡ γῆ ἀπὸ τῶν προχωρημάτων σου, ἀπὸ τοῦ πλήθους σου ἐπὶ τῶν ὀρέων· φάραγγας ἐνπλήσω ἀπὸ σοῦ.

καὶ κατακαλύψω ἐν τῷ σβεσθῆναί σε οὐρανὸν καὶ συσκοτάσω τὰ ἄστρα αὐτοῦ, ἥλιον ἐν νεφέλῃ καλύψω, καὶ σελήνη οὐ μὴ φάνῃ τὸ φῶς αὐτῆς.

πάντα τὰ φαίνοντα φῶς ἐν τῷ οὐρανῷ συσκοτάσουσιν ἐπὶ σέ, καὶ δώσω σκότος ἐπὶ τὴν γῆν, λέγει κύριος Κύριος.

καὶ παροργιῶ καρδίαν λαῶν πολλῶν, ἡνίκα ἂν ἄγω αἰχμαλωσίαν σου εἰς τὰ ἔθνη, εἰς γῆν ἣν οὐκ ἔγνως.