Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, προφήτευσον καὶ εἰπόν Τάδε λέγει Κύριος Ὤ ὢ ἡμέρα,

ὅτι ἐγγὺς ἡμέρσ. τοῦ κυρίου ἡμέρα, πέρας ἐθνῶν ἔσται.

καὶ ἤ ξει μάχαιρα ἐπʼ Αἰγυπτίους, καὶ ἔσται ταραχὴ ἐν γῇ Αἰθιοπίᾳ, καὶ συμπεσοῦνται τετραυματισμένοι ἐν Αἰγύπτῳ καὶ συμπεσεῖται αὐτῆς τὰ θεμέλια.

Πέρσαι καὶ Κρῆτες καὶ Λυδοὶ καὶ Λίβυες καὶ πάντες οἱ ἐπίμικτοι καὶ τῶν υἱῶν τῆς διαθήκης μου μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ.

καὶ πεσοῦνται τὰ ἀντιστηρίγματα Αἰγύπτου, καὶ καταβήσεται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς ἀπὸ Μαγδώλου ἕως Συήνης· μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ, λέγει Κύριος.

καὶ ἐρημωθήσεται ἐν μέσῳ χαωρῶν ἠρημωμένων, καὶ αἱ πόλεις αὐτῶν ἐν μέσῳ πόλεων ἠρημαωμένων ἔσονται·

καὶ γνώσονται ὅτι ἐγὼ εἰμι Κύριος, ὅταν δῶ πῦρ ἐπʼ Aἴγυπτον καὶ συντριβῶσι πάντες οἱ βοηθοῦντες αὐτῇ.

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσονται ἄγγελοι σπεύδοντες ἀφανίσαι τὴν Αἰθιοπίαν, καὶ ἔσται ταραχὴ ἐν αὐτοῖς ἐν τῇ ἡμέρᾳ Αἰγύπτου, ὅτι ἰδοὺ ἤκει.

Τάδε λέγει κύριος Κύριος Καὶ ἀπολῶ πλῆθος Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδονοσὸρ βασιλέως Βαβυλῶνος,

αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ· λοιμοὶ ἀπὸ ἐθνῶν ἀπεσταλμένοι [*](AQ)[*](19 Αιγυπτου] +και λημψεται (ληψ. Qa) το πληθος αυτης A et (sub ?? ) Q και προνομευσει...σκυλα αυτης] και σκυλευσει τα σκυλα αυτης και προνομευσει την προνομη αυτης Q 20 λειτουργιας (.γειας B*Q* -γιας BᵇQᵃ)] δουλειας A Οm αυτου A Αιγυπτου] + οσα εποιησαν μοι A + (sub ?? ) οσα εποιησεν μοι Q κυριος] αδωναι A 21 δωσω σοι A X X X 2 Κυριος] pr αδωναι Q ημερα] pr η AQ 3 ημερα 1⁰] pr η A) του κυριου ημερα περας] του κυ ημερα νεφελης καιρος περας A και εγγ υς η ημερα κυ (+ sub οι γ ?? ημεραν νεφελης) και περας (καιρος Qmg) και καιρος Q 4 μαχαιρα] pr η A Αιγυπτιους] Αιγυπτο| A γη Αιθ. τη Αιθ. AQ συμπεσουνται] πεσουνται AQ Αιγυπτω] + και λημψονται (ληψ. Qᵃ) το πληθος αυτης A et (sub ?? ) Q συνπεσειται Bᵇ τα θεμελια αυτης AQ 5 επιμικτοι] + επ αυτην A των υιων] pr απο A μα χαιρα...αυτη] εν αυτη μα χοιρα πεσουνται AQ 6 και 1⁰] pr (sub ?? ) ταδε λεγει αδωναι κς Q Σουηνης A Κυριος] pr αδωναι Q 7 ηρημωμενων 1⁰] ηφανισμενων AQ και αι πολεις...πολεων] adscr θʼ ?? Q? 8 γνωσονται] + παντες A συντριβωσι] συντριβησονται A 9 αγγελοι] + (sub θ' ?? ) εκ προσωπου μου εεσιμ 9 pro εεασιμ σʼ εν επειξει Qmgᵛⁱᵈ) Αιθιοπιαν] + την ελπιδα Q αυτοις] Αιγυπτω A 10 κυριος] αδωναι A Ναβουχοδονοσορ] adnot εγκαθισμος ӄ γνωσις συνοχης Qmg 11 αυτου 2⁰] + αἀθ' ?? μετ αυτου Qmg )

449
ἀπολέσαι γῆν· καὶ ἐκκενώσουσιν πάντες τὰς μαχαίρας αὐτῶν [*](B) ἐπʼ Aἴγυπτον, καὶ πλησθήσεται ἡ γῆ τραυματιῶν.

καὶ δώσω τοὺς ποταμοὺς αὐτῶν ἐρήμους καὶ ἀπολῶ τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἐν χερσὶν ἀλλοτρίων, ἐγὼ Κύριος λελάληκα.

Ὅτι τἀδε λέγει κύριος Κύριος Καὶ ἀπολῶ μεγιστᾶνας ἀπὸ Μέμφεως καὶ ἄρχοντας Μέμφεως ἐκ γῆς Αἰγύπτου, καὶ οὐκ ἔσονται ἔτι.

καὶ ἀπολῶ γῆν Φαθωρῆς, καὶ δώσω πῦρ ἐπὶ Τάνιν, καὶ ποιήσω ἐκδίκησιν ἐν Διοσπόλει.

καὶ ἐκχεῶ τὸν θυμόν μου ἐπὶ Σάιν τὴν ἰσχὺν Αἰγύπτου, καὶ ἀπολῶ τὸ πλῆθος Μέμφεως.

καὶ δώσω πῦρ ἐπʼ Aἴγυπτον, καὶ ταραχὴν ταραχθήσεται Συήνη, καὶ ἐν Διοσπόλει ἔσται ἔκρημα καὶ διαχυθήσεται ὕδατα.

νεανίσκοι Ἡλίου πόλεως καὶ Βουβάστου ἐν μαχαίρᾳ πεσοῦνται, καὶ αἱ γυναῖκες ἐν αἰχμαλωσίᾳ πορεύσονται,

καὶ ἐν Τάφναις συσκοτάσει ἡ ἡμέρα, ἐν τῷ συντρίψαι με ἐκεῖ τὰ σκῆπτρα Αἰγύπτου, καὶ ἀπολεῖται ἐκεῖ ἡ ὕβρις § ἰσχύος αὐτῆς, καὶ ταύτην νεφέλη [*](§ Γ) καλύψει, καὶ αἱ θυγατέρες αὐτῆς αἰχμάλωτοι ἀχθήσονται.

καὶ ποιήσω κρίμα ἐν Αἰγύπτῳ, καὶ γνώσονται ὅτι ἐγὼ εἰμι Κύριος.

Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει ἐν τῷ πρώτῳ μηνὶ ἑβδόμῃ τοῦ μηνὸς ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγωυ