Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, κατάφαγε τὴν κεφαλίδα ταύτην, καὶ πορεύθητι καὶ λάλησον τοῖς υἱοῖς Ἰσραήλ.

καὶ διήνοιξεν τὸ στόμα μου, καὶ ἐψώμισέν με τὴν κεφαλίδα.

καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, τὸ στόμα σου φάγεται, καὶ ἡ κοιλία σου πλησθήσεται τῆς κεφαλίδος ταύτης τῆς δεδομένης εἰς σέ. καὶ ἔφαγον αὐτήν, καὶ ἐγένετο ἐν τῷ στόματίμου ὡς μέλι γλυκάζον.

Καὶ εἶπεν πρὸς μέ ζἱὲ ἀνθρώπου, βάδιζε καὶ ερελθε πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτοὺς,

διότι οὐ πρὸς λαὸν βαθύγλωσσον σὺ ἐξαποστέλλῃ, πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ,

οὐδὲ πρὸς λαοὺς πολλοὺς ἀλλοφώνους ἤ ἀλλογλώσσους οὐδὲ στιβαροὺς τῇ γλώσσῃ ὄντας, ὅν οὐκ ἀκούσῃ τοὺς λόγους· καὶ εἰ πρὸς τοιούτους ἐξαπέστειλά σε, οὗτοι ἂν εἰσήκουσάν σου.

ὁ δὲ οἶκος τοῦ Ἰσραὴλ οὐ μὴ θελήσουσιν εἰσακοῦσαί σου, διότι οὐ βούλονται εἰσακοῦσαί μου· ὅτι πᾶς ὁ οἶκος Ἰσραὴλ φιλόνεικοί εἰσιν καὶ σκληροκάρδιοι.

καὶ ἰδοὺ δέδωκα τὸ πρόσωπόν σου δυνατὸν κατέυαντι τῶν προσώπων αὐτῶν, καὶ τὸ υεῖκός σου κατισχύσω κατέναντι τοῦ νείκους αὐτῶν,

καὶ ἔσται διὰ παντὸς κραταιότερον πέτρας. μὴ φοβηθῇς ἀπʼ αὐτῶν μηδέ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν, διότι οἶκος παραπικραίνων ἐστίν,

καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, πάντας τοὺς λόγους σὕς λελάληκα μετὰ σοῦ λάβε εἰς τὴν καρδίαν σου καὶ τοῖς ὠσίν σου ἄκουε,