Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου· καὶ ἴδον, καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ ἤκουσα φωνὴν λαλοῦντος, (1) καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, στῆθι ἐπὶ τοὺς πόδας σου, καὶ λαλήσω πρὸς σέ

καὶ ἤλθεν ἐπʼ ἐμέ πνεῦμα, καὶ ἀνέλαβέν με καὶ ἐξῆρέν με καὶ ἔστησέν με ἐπὶ τοὺς πόδας μου, καὶ ἤκουον αὐτοῦ λαλοῦντος πρὸς μέ,

καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, ἐξαποστέλλω ἐγὼ σέ πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ, τοὺς παραπικραίνοντάς με, οἵτινες παρεπίκρανάν με αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἕως τῆς σήμερον ἡμέρας,

καὶ ἐρεῖς πρὸς αὐτούς Γάδε λέγει Κύριος,

ἐὰν ἄρα ἀκούσωσιν ἤ πτοηθῶσιν, διότι οἰκος παραπικραίνων ἐστίν, καὶ γνώσονται ὅτι προφήτης εἶ σὺ ἐν μέσῳ αὐτῶν.

καὶ σύ, υἱὲ ἀνθρώπου, μὴ φοβηθῇς αὐτούς, μηδέ ἐκστῇς ἀπὸ προσάπου αὐτῶν· διότι παροιστρήσουσι καὶ ἐπισυστήσονται ἐπὶ σέ κύκλῳ, καὶ ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς· τοὺς λόγους αὐτῶν μὴ φοβηθῇῆς, καὶ ἀπὸ προσώπου αὐτῶν μὴ ἐκστῇς, διότι οἵκος παραπικραίναων ἐστίν.

καὶ λαλήσεις τοὺς λόγους μου [*](23 ετερα bis] εκατερα Bᵃ δυο] + συνεζευγμεναι A τα σωματα ουτων] τω AQσωματι τα προσωπα ουτων A 24 ηκουον] ηκουσα Q πολλου] + ως φωνην ικανου εν τω πορευεσθαι αυτα φωνη του λσγου ως φωνη παρεμβολης A et (sub θ΄ ?? Qa 25 υπερανωθεν] υπερανω A ουτων] + εν τω εσταναι αυτα ανιεντο (-οντο Q) αι πτερυγες ουτων και υπερανω του στερεωματος του υπερ κεφαλης ουτων A et (sup θ΄ ??) Qa 26 ομοιωμα 1⁰] pr και Q αυτου] αυτω A 27 ιδον 1⁰] ειδον BᵃᵇA ηλεκτρου] + ως ορασις πυρος εσωθεν αυτου κυκλω (αυτ.κυκλω sup ras Aᵃ) A et (sub άθ΄ ?? ) Q 27 —II 2 απο ορασεως (1⁰) ...εξηρεν με και sup ras Aᵃ 27 ιδον 2⁰] ειδον Aᵃ om ως 2⁰ 1 (hab sub ά θʼ ?? Qᵐᵍ) 28 ημεραις] ημερα Q II 1 ομοιωματος] ομοιωμα της Aᵃ ειδον Aᵃ 2 εξηρεν] εξηγειρεν Aᵃ | τους ποδας] om τους Q 3 εξαποστελω A ουτων] + ηθετησαν εν εμοι A et (sub θ ?? Q 4 και ερεις] p και υιοι σκληροπροσωποι και στερεοκαρδιοι εγω αποστελλω σε προς αυτους A et (sub άθ΄ ?? Q Κυριος] pr κς AQ 6 παροιστρησουσιν φQ εκστης 2⁰] σ΄ πτηξῃς Qmg παραπικραινων] ά αλλασσων σ΄ προσεριστης )

388
[*](B) πρὸς αὐτούς, ἐὰν ἄρα ἀκούσωσιν ἤ πτοηθῶσιν, ὅτι οἶκος παραπικραίνων ἐστίν.

καὶ σύ, υἱὲ ἀνθρώπου, ἄκουε τοῦ λαλοῦντος πρὸς σέ, μὴ γίνου παραπικραίνων καθὼς ὁ οἶκος ὁ παραπικραίὰαων· χάνε τὸ στόμα σου καὶ φάγε ὅ ἐγὼ δίδωμί σοι.

καὶ ἴδον, καὶ ἰδοὺ χεἱρ ἐκτεταμένη πρὸς μέ, καὶ ἐν αὐτῇ κεφαλὶς βιβλίου·

καὶ ἀνείλησεν αὐτὴν ἐνώπιον ἐμοῦ, καὶ ἐν αὐτῇ γεγραμμένα ἦν τὰ ἔμπροσθεν καὶ τὰ ὀπίσω, καὶ ἐγέγραπτο θρῆνος καὶ μέλος καὶ οὐαί.