Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

παρὰ πάσας τὰς ἀρχάς, οὐ μὴ ὑψωθῇ ἔτι ἐπὶ τὰ ἔθνη· καὶ ὀλιγοστοὺς αὐτοὺς ποιήσω τοῦ μὴ εἶναι αὐτοὺς πλείονας ἐν τοῖς ἔθνεσιν.

καὶ οὐκ ἔσονται ἔτι τῷ οἴκῳ Ἰσραὴλ εἰς ἐλπίδα ἀναμιμνήσκουσαν ἀνομίαν, ἐν τῷ αὐτοὺς ἀκόλουθῆσαι ὀπίσω αὐτῶν· καὶ γνώσονται ὅτι ἐγὼ εἰμι Κύριος.

Καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει μιᾷ τοῦ μηνὸς τοῦ πρώτου ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱ ἱὲ ἀνθρώπου, Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο αὐτοῦ τὴν δύναμιν δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου· πᾶσα κεφαλὴ φαλακρά, καὶ πᾶς ὦμος μαδῶν· καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρον, καὶ τῆς δουλείας ἧς ἐδούλευσαν ἐπʼ αὐτήν.

τάδε λέγει κύριος Κύριος Ἰδοὺ ἐγὼ δίδωμι τῷ Ναβουχοδονοσὸρ βασιλεῖ Βαβυλῶνος γῆν [*](10 γῆν] pr την A om ρομφαιαν A απωλειαν BᵃᵇAQ Μαγδωλου] AQ Μαγδουλου Q adnot μεγαλυσμος Qmg Συηνης] Σοηνης A adnot κυκλος αυτης Qmg Αιθιοπων] Αιθιοπιας A 11 πους ανθρωπου διελθη αυτην] αυος και κτηνος A και ου] ουδε A τεσσερακοντα ετη και Sup ras et in mgg A τεσσαρακοντα Bb: item 1 3 12 απωλειαν] pr εις A γης ηρημωμενης] της ερημου A αυτης] ουτων A εσονται] +(sub) θ'σ' ?? ) αφανισμος Q τεσ- σερακοντα ετη] αφανισμος εσται A Αιγυπτον] pr (sub ) τη Q εθνεσι Bᵇ λιμησω Q* (λικμ. Qᵃ) 13 ταδε] pr οτι A Κυριος] pr κς AQ Αιγυπτιους] pr τους A 14 των Αιγυπτιων] Αιγυπτου A κατοικιω AQ (-κειω Q κιω Qᵃ) Φαθωρης] Παθουρης A adnot ψωμον πατημα Qmg εληηφθησαν BbQa εσται] + (sub ?? ) εκει Q 15 αρχας] + α'θ' ?? εσται ταπεινη Q om μη 2⁰ Q (hab) Qmg) 16 ετι εσονται A αναμιμνησκουσα A ανομιαν] αμαρτιαν A ακολουθησοι αυτους Q οπισω] + των καρδιων A Κυριος] + ο θς A pr αδωναι Q 17 pr tit τω Ναβουχοδονοσορ. ετει κζʼ μηνι α ημερα α’ Qᵐᵍ sup 18 την δυναμιν αυτου AQ δουλεια] δολεια A* (δουλ. A¹) Τυρον (ν sup ras) Aᵇ φαλακρα] φαλακρωμα A δουλειας] δου- λιας A εδουλευσαν επ αυτην] εδουλωσεν αυτη A 19 ταδε] pr δια τουτο A et (sub ?? ) Q κυριος] αδωναι A om εγω AQ )

448
[*](B) Αἰγύπτου, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς, καὶ ἔσται μισθὸς τῇ δυνάμει αὐτοῦ.

ἀντὶ τῆς λειτουργίας αὐτοῦ ἦς ἐδούλευσεν ἐπὶ Τύρον δέδωκα αὐτῷ γῆν Αἰγύπτου. τἀδε λέγει κύριος Κύριος

Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνατελεῖ κέρας παντὶ τῷ οἴκῳ Ἰσραήλ, καὶ σοὶ δώσω στόμα ἀνεῳγμένον ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, προφήτευσον καὶ εἰπόν Τάδε λέγει Κύριος Ὤ ὢ ἡμέρα,

ὅτι ἐγγὺς ἡμέρσ. τοῦ κυρίου ἡμέρα, πέρας ἐθνῶν ἔσται.

καὶ ἤ ξει μάχαιρα ἐπʼ Αἰγυπτίους, καὶ ἔσται ταραχὴ ἐν γῇ Αἰθιοπίᾳ, καὶ συμπεσοῦνται τετραυματισμένοι ἐν Αἰγύπτῳ καὶ συμπεσεῖται αὐτῆς τὰ θεμέλια.

Πέρσαι καὶ Κρῆτες καὶ Λυδοὶ καὶ Λίβυες καὶ πάντες οἱ ἐπίμικτοι καὶ τῶν υἱῶν τῆς διαθήκης μου μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ.

καὶ πεσοῦνται τὰ ἀντιστηρίγματα Αἰγύπτου, καὶ καταβήσεται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς ἀπὸ Μαγδώλου ἕως Συήνης· μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ, λέγει Κύριος.

καὶ ἐρημωθήσεται ἐν μέσῳ χαωρῶν ἠρημωμένων, καὶ αἱ πόλεις αὐτῶν ἐν μέσῳ πόλεων ἠρημαωμένων ἔσονται·

καὶ γνώσονται ὅτι ἐγὼ εἰμι Κύριος, ὅταν δῶ πῦρ ἐπʼ Aἴγυπτον καὶ συντριβῶσι πάντες οἱ βοηθοῦντες αὐτῇ.

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσονται ἄγγελοι σπεύδοντες ἀφανίσαι τὴν Αἰθιοπίαν, καὶ ἔσται ταραχὴ ἐν αὐτοῖς ἐν τῇ ἡμέρᾳ Αἰγύπτου, ὅτι ἰδοὺ ἤκει.

Τάδε λέγει κύριος Κύριος Καὶ ἀπολῶ πλῆθος Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδονοσὸρ βασιλέως Βαβυλῶνος,

αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ· λοιμοὶ ἀπὸ ἐθνῶν ἀπεσταλμένοι [*](AQ)[*](19 Αιγυπτου] +και λημψεται (ληψ. Qa) το πληθος αυτης A et (sub ?? ) Q και προνομευσει...σκυλα αυτης] και σκυλευσει τα σκυλα αυτης και προνομευσει την προνομη αυτης Q 20 λειτουργιας (.γειας B*Q* -γιας BᵇQᵃ)] δουλειας A Οm αυτου A Αιγυπτου] + οσα εποιησαν μοι A + (sub ?? ) οσα εποιησεν μοι Q κυριος] αδωναι A 21 δωσω σοι A X X X 2 Κυριος] pr αδωναι Q ημερα] pr η AQ 3 ημερα 1⁰] pr η A) του κυριου ημερα περας] του κυ ημερα νεφελης καιρος περας A και εγγ υς η ημερα κυ (+ sub οι γ ?? ημεραν νεφελης) και περας (καιρος Qmg) και καιρος Q 4 μαχαιρα] pr η A Αιγυπτιους] Αιγυπτο| A γη Αιθ. τη Αιθ. AQ συμπεσουνται] πεσουνται AQ Αιγυπτω] + και λημψονται (ληψ. Qᵃ) το πληθος αυτης A et (sub ?? ) Q συνπεσειται Bᵇ τα θεμελια αυτης AQ 5 επιμικτοι] + επ αυτην A των υιων] pr απο A μα χαιρα...αυτη] εν αυτη μα χοιρα πεσουνται AQ 6 και 1⁰] pr (sub ?? ) ταδε λεγει αδωναι κς Q Σουηνης A Κυριος] pr αδωναι Q 7 ηρημωμενων 1⁰] ηφανισμενων AQ και αι πολεις...πολεων] adscr θʼ ?? Q? 8 γνωσονται] + παντες A συντριβωσι] συντριβησονται A 9 αγγελοι] + (sub θ' ?? ) εκ προσωπου μου εεσιμ 9 pro εεασιμ σʼ εν επειξει Qmgᵛⁱᵈ) Αιθιοπιαν] + την ελπιδα Q αυτοις] Αιγυπτω A 10 κυριος] αδωναι A Ναβουχοδονοσορ] adnot εγκαθισμος ӄ γνωσις συνοχης Qmg 11 αυτου 2⁰] + αἀθ' ?? μετ αυτου Qmg )

449
ἀπολέσαι γῆν· καὶ ἐκκενώσουσιν πάντες τὰς μαχαίρας αὐτῶν [*](B) ἐπʼ Aἴγυπτον, καὶ πλησθήσεται ἡ γῆ τραυματιῶν.

καὶ δώσω τοὺς ποταμοὺς αὐτῶν ἐρήμους καὶ ἀπολῶ τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἐν χερσὶν ἀλλοτρίων, ἐγὼ Κύριος λελάληκα.

Ὅτι τἀδε λέγει κύριος Κύριος Καὶ ἀπολῶ μεγιστᾶνας ἀπὸ Μέμφεως καὶ ἄρχοντας Μέμφεως ἐκ γῆς Αἰγύπτου, καὶ οὐκ ἔσονται ἔτι.