Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ προνομεύσει τὴν δύναμίν σου, καὶ σκυλεύσει τὰ ὑπάρχοντά σου, καὶ καταβαλεῖ σου [*](2 ου] ων AQ Σορ] οι λοιποι Τυρος Qmg 3 Κυριος] pr αδωναι AQ AQ ιδου εγω επι σε Σορ] adscr θʼ ?? Q? τοις κυμασιν] pr εν A 4 κατα- βαλουσιν] καταβαλουσι BbQ | καταβαλουσι] καθελουσιν AQmg (σι) λικ- μησω] λικμησουσιν A | αυτην] σε A 5 εν μεσω θαλασσης] εμμ. της θ. A εν τη θαλασση Qmg λελαληκα] ελαλησα AQ Κυριος] pr κς AQ τοις εθνεσιν (-σι Bᵇ)] om τοις A 6 εν πεδιω] αι εν τω παιδιω A ?? αι εν πεδιω Q αναιρεθησονται] πεσουνται A οτι] διοτι Q εγω] ειμι A 7 οτι] δια τουτο A Κυριος] pr αδωναι AQ om ρπσγω Β* (ha) Bᵃb ᵐᵍ) om σε Q βασιλεα] + βασιλεα A μεθ] μετα A om και ιππεων A εθνων πολλων] πολιης εθνων A σφοδρα sub ?? Q? 8 θυρας B* (θυγατερας Bᵃᵇ) και περιοικοδ. sub ?? Q?? ποιησει] περιποιησει A κυκλω] + σου A περιστασιν] βελοστασεις AQmg τας λογχας] τους κριους Qmg απεναντι σου] επι σε A 9 ταις μα χαιροις] τοις οπλοις Qmg 10 κατακαλυψει] καλυψ ει A om και 1⁰ A της φωνης] om της A ιππων Q om εισπορευομενου αυτου τας πυλας σου ως Q* (hab Qmg εισπορευομενος] pr ο A 11 πασας τας πλατειας σου AQ της ισχυος σου A 12 τα υπαρχοντα] τον πλουτον A )

440
[*](B) τὰ τείχη καὶ τοὺς οἴκους τοὺς ἐπιθυμητούς σου καθελεῖ, καὶ τοὐς λίθους σου καὶ τὰ ξύλα σου καὶ τὸν χοῦν σου εἰς μέσον τῆς θαλάσσης σου ἐμβαλεῖ

καὶ καταλύσει τὸ πλῆθος τῶν μουσικῶν σου, καὶ ἡ φωνὴ τῶν ψαλτηρίων σου οὐ μὴ ἀκουσθῇ ἔτι

καὶ δώσω σε λεωπετρίαν, ψυγμὸς σαγηνῶν ἔσῃ· οὐ μὴ οἰκοδομηθῇς ἔτι, ὅτι ἐγὼ Κύριος ἐλάλησα, λέγει Κύριος.

διότι τάδε λέγει κύριος Κύριος τῇ Σόρ Οὐκ ἀπὸ φωνῆς τῆς πτώσεως σου ἐν τῷ στενάξαι τραυματίας, ἐυ τῷ σπάσαι μάχαιραν ἐν μέσῳ σου, σεισθήσονται αἱ νῆσοι;

καὶ καταβήσονται ἀπὸ τῶν θρόνων αὐτῶν πάντες οἱ ἄρχοντες ἐκ τῶν ἐθνῶν τῆς θαλάσσης, καὶ ἀφελοῦνται τὰς μίτρας ἀπὸ τῶν κεφαλῶν αὐτῶν, καὶ τὸν ἱματισμὸν τὸν ποικίλον αὐτῶν ἐκδύσονται· ἐκστάσει ἐκστήσονται, ἐπὶ γῆν καθεδοῦνται καὶ φοβηθήσονται τὴν ἀπωλίαν αὐτῶν, καὶ στενάξουσιν ἐπὶ σέ·

καὶ λήμψονται ἐπὶ σὲ θρῆνον καὶ ἐροῦσίν σοι Πῶς κατελύθης ἐκ θαλάσσης, ἡ πόλις ἡ ἐπαινετή, ἡ δοῦσα τὸν φόβον αὐτῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν;

καὶ φοβηθήσονται αἱ νῆσοι ἀφʼ ἡμέρας πτώσεώς σου.

ὄτι τάδε λέγει κύριος Κύριος Ὅταν δῶ σε πόλιν ἠρημωμένην ὡς τὰς πόλεις τὰς μὴ κατοικηθησομένας, ἐν τῷ ἀναγαγεῖν με ἐπὶ σέ τὴν ἄβυσσον, καὶ κατακαλύψῃ σε ὕδωρ πολύ,

καὶ καταβιβάσω σε πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον πρὸς λαὸν αἰῶνος, καὶ κατοικιῶ σε εἰς βάθη τῆς γῆς ὡς ἔρημον αἰώνιον μετὰ καταβαινόντων εἰς βόθρον, ὅπως μὴ κατοικηθῇς μηδὲ ἀναστῇς ἐπὶ γῆς ζωῆς.

ἀπώλειάν σε δώσω, καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα, λέγει κύριος Κύριος.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἰὲ ἀνθρώπου, καὶ σὺ λάβε ἐπὶ Σὸρ θρῆνον,

καὶ ἐρεῖς τῇ Σὸρ τῇ κατοικούσῃ ἐπὶ τῆς εἰσόδου [*](AQ)[*](12 τα τείχη σου A καθελει τους οικους σου τος επιθυμητους A Οm σου 6° Q om σου 8⁰ AQ 13 ακουσθη] + εν σοι A ετι] ουκετι A 14 λεωπε- τριαν] pr εις AQ ψυγμος] pr και A om Κυριος 1⁰ AQ Κυριος 2⁰] pr αδωναι Q 15 κυριος] pr αδωναι A τη Σορ] επι σε Σορ A ουκ] improb vid Bb? c? ουχι A τραυματιας] + σου AQ 16 εκ των εθνων sub ?? Q? αφε- λουνται] καθελουσιν A* ras καθ A?, απο τ. κεφ. ουτων sob ?? Q? εκστασει] pr και A γην] pr την A καθεδουνται] καθελουνται (λου sup ras) A¹ απω- - λεαν BᵃᵇAQ 17 ληψονται BᵇQᵃ πως] + απωλου και A et (sub θʼ ?? ) Q κατελυθης] τ sup ras Aa η επαινετη (νεστη B* .νετη Bᵇ)] om η Q* (superscr Qᵃ) + ητις εγενηθη ισχυρα εν θαλασση αυτη και οι κατοικουντες αυτην A et (sub θ ) Q 18 και] + νυν A αφ] απο A σου] + και ταραχθη- σονται ( + αι Q) νησοι εν τη θαλασση απο της εξοδιας σου A et (sub θʼ ?? ) Q 19 ερημωμενην Q* (ηρ. Qᵃ) ιατακαλυφη] κατακαλυψει AQᵃ καλυψει Q* 20 καταβιω A βαθη] pr τα A αναστης] ανασταθης AQ 21 ετι] + και ζητηθηση A + (sub θʼ ?? ) και ζητηθησῃ και ουχ ευρεθησῃ Q Κυριος] + ο θς A X X VII 1 pr tit θρηνος επι Σορ Qmg sup 2 και συ υιε αυου A et (sub ο γʼ ?? ) θρηνον επι Σορ A 3 εισοδου] οδου A)

441
τῆς θαλάσσης, τῷ ἐμπορίῳ τῶν λαῶν ἀπὸ νήσων πολλῶν Τάδε λέγει [*](B) Κύριος τῇ Σόρ Σὺ εἶπας Ἐγὼ περιέθηκα ἐμαυτῇ κάλλος μου,

ἐν καρδίᾳ θαλάσσης τῷ Βεελεὶμ υἱοί σου περιέθηκάν σοι κάλλος.

κέδρος ἐκ Σενεὶρ ᾠκοδομήθη σοι, ταινίαι σανίδων κυπαρίσσου ἐκ τοῦ Λιβάνου ἐλήμφθησαν τοῦ ποιῆσαί σοι ἱστοὺς ἐλατίνους·