Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ φωνὴν ἁρμονίας ἀνεκρούοντο, καὶ πρὸς ἄνδρας ἐκ πλήθους ἀνθρώπων ἥκοντας ἐκ τῆς ἐρήμου· καὶ ἐδίδοσαν ψέλια ἐπὶ τὰς χεῖρας αὐτῶν καὶ στέφανον καυχήσεως ἐπὶ τὰς κεφαλὰς αὐτῶν.

καὶ εἶπα Οὐκ ἐν τούτοις μοιχεύουσιν; καὶ ἔργα πόρνης καὶ αὐτὴ ἐξεπόρνευσεν·

καὶ εἰσεπορεύοντο πρὸς αὐτήν, ὃν τρόπον εἰσπορεύονται πρὸς γυναῖκα πόρνην, οὕτως εἰσεπορεύοντο πρὸς Ὄολαν καὶ πρὸς Ὀόλιβαν τοῦ ποιῆσαι ἀνομίαν.

καὶ ἄνδρες δίκαιοι αὐτοὶ καὶ ἐκδικήσουσιν αὐτὰς ἐκδικήσει μοιχαλίδος καὶ ἐκδικήσει αἵματος, ὅτι μοιχαλίδες εἰσίν, καὶ αἶμα ἐν χερσὶν αὐτῶν.

τάδε λέγει κύριος Κύριος Ἀνάγαγε ἐπʼ αὐτὰς ὄχλον, καὶ δὸς ἐν αὐταῖς ταραχὴν καὶ διαρπαγήν,

καὶ λιθοβόλησον ἐπʼ αὐτὰς λίθοις ὄχλων, καὶ κατακέντει αὐτὰς ἐν τοῖς ξίφεσιν αὐτῶν· υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν ἀποκτενοῦσι, καὶ τοὺς οἴκους αὐτῶν ἐνπρήσουσιν.

καὶ ἀποστρέψω ἀσέβειαν ἐκ τῆς γῆς, καὶ παιδευθήσονται πᾶσαι αἱ γυναῖκες [*](A)[*](36 Οολαν] Ολλαν A Οολα Q Ολιβαν] Οολιβαν Q αναγγελεις ανταις] απαγγελεις αυτοις A απαγγ. αυτας Q* (-ταις Qᵃ) 37 χερσιν] pr ταις Q τα ενθ.] pr και AQ om α Q* vid (hab Q1) διηγαγον αυτοις] διηγον αυτα A δ. αυτοι Q 38 μοι] και α εμεισουν εποιησαν A τα αγια μου εμιαινον] εμιαινον τα αγια μου (et sub οι γ ?? εν τη ημερα εκεινη Q 39 μου 1⁰] + αφυλακτως εν τη ημερα εκεινη A + (sub οι γʼ ) εν τη ημερα εκεινη Q οτι] ετι Qmg 40 om οτι A εξαπεστελλοσαν AQ 41 θυμιαμα] μου AQ ευφραινοντο] εξευφραινοντο A 42 ηκοντας] +οινωμενους A et (sub θʼ ?? ) 7 ουτων και] σου συ δε A 43 ειπας A μοιχευουσιν] μοιχωνται A om και 2⁰ A εργα] γυναικος A και αυτη εξεπορνευσεν] εποιεις A 44 εισε- πορευοντο 1⁰] εισπορευοντο A εισπορευονται] εισεπορευοντο A Οολαν] Ολλαν A Οολλα Q Οολιβαν] Ολιβαν A 45 μοιχαλιδος] μοιχαλιδων Q και ααιμα (καιμα B* κ. αιμα Bᵃᵇ)] και αιματα A 46 κυριος] αδωναι A εν αυταις] επ αυτας A 47 om επ A κατακεντει] κατακεντησον A αποκτενουσιν AQ | ενπρησουσιν (εμπρ.B⁰)] ενπυριουσιν A εν πυρι εμπρησουσιν Q 48 εκ] απο A )

435
καὶ οὐ μὴ ποιήσουσιν κατὰ τὰς ἀσεβείας αὐτῶν.

καὶ δοθήσεται [*](B) ἡ ἀσέβεια ὑμῶν ἐφʼ ὑμᾶς, καὶ τὰς ἁμαρτίας τῶν ἐνθυμημάτων ὑμῶν λήμψεσθε· καὶ γνώσεσθε διότι ἐγὼ Κύριος.