Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ πίεσαι αὐτό, καὶ τὰς ἑορτὰς καὶ τὰς νεομηνίας αὐτῆς ἀποστρέψω· διότι ἐγὼ λελάληκα, λέγει Κύριος.

διὰ τοῦτο τάδε λέγει Κύριος Ἀνθʼ ὧν ἐπελάθου μου καὶ ἀπέρριψάς με ὀπίσω τοῦ σώματός σου, καὶ σὺ λάβε τὴν ἀσέβειάν σου καὶ τὴν πορνείαν σου.

Καὶ εἶπεν Κύριος πρὸς μέ Υἱὲ ἀνθρώπου, οὐ κρινεῖς [*](24 μετ] μετα A θυρεοι.. ψαλει] ӄ θωρακας 5 ασπιδας ӄ περικεφαλαιας AQ ενδυσονται επι σε ӄ βαλουσιν Qmg πελται] +ӄ περικεφαλαιαι A φυλακην επι σε] επι σε προφυλακην A 26 κριμα] ιμα sup ras Bᵛⁱᵈ θυμου] μου A μυκτηρα A ωτα] pr τα Q om σου 4 Q υιους] pr τους A θυγατερας] pr τας A ληψονται BᵇQᵃ ; item 26, 29 πυρ καταφαγεται] ενπρησουσιτ εν πυρι A 28 Κυριος] + ο θς A 29 αισχυνουσα] ασχημονουσα AQ αισχυνη] η αισχ. σου A πορνειας] πορνεια A ασεβειας Bᵃᵇ 30 ενθυμη- μασιν] επιθυμημασιν A 31 χειρας] pr τας A 32 Κυριος] αδωναι κς κς ο θς A κς κς Q πλατυ] + και (Q tantum) εσται εις γελωτα και εις μυκτηρισμον A et (sub θʼ ?? ) Q om και 2⁰ AQ 33 εκλυσεως] εκχεω οπως A και το ποτηριον...αδελφης σου] και το ποτηριον της αδελφης σου Σαμαρειας ποτηριον αφανισμου A ποτηριον+ (sub θʼ ?? ) αφανιας (-νειας Qᵃ) και ποι. αδ. σου Σαμαρειας Q σου] + Σαμαρειας BᵃᵇQ 34 om και 1⁰ BᵃᵇA αυτο] + και εκστραγγιεις A et (sub οι γ ?? ) Q νουμηνιας AQ λελαληκα] ελαλησα A | Κυριος] κς κς ο θς A pr αδωναι Q 35 Κυριος] pr αδωναι AQ 36 ου] ει Q)

434
[*](B) τὴν Ὄολαν καὶ τὴν Ὄλιβαν καὶ ἀναγγελεῖς αὐταῖς τὰς ἀνομίας αὐτῶν,

ὅτι ἐμοιχῶντο, καὶ αἶμα ἐν χερσὶν αὐτῶν· τὰ ἐνθυμήματα αὐτῶν ἐμοιχῶντο, καὶ τὰ τέκνα αὐτῶν ἂ ἐγέννησάν μοι διήγαγον αὐτοῖς δι᾿ ἐμπύρων.

ἕως καὶ ταῦτα ἐποίησάν μοι, τὰ ἅγιά μου ἐμίαινον καὶ τὰ σάββατά μου ἐβεβήλουν,

καὶ ἐν τῷ σφάζειν οὐ τοὺς τὰ τέκνα αὐτῶν τοῖς εἰδώλοις αὐτῶν, καὶ εἰσεπορεύοντο εἰς τὰ ἅγιά μου τοῦ βεβηλοῦν αὐτά. καὶ ὅτι οὕτως ἐποίουν ἐν μέσῳ τοῦ οἴκου μου,

καὶ ὅτι τοῖς ἀνδράσιν τοῖς ἐρχομένοις μακρόθεν, οἷς ἀγγέλους ἐξαπέστελλον πρὸς αὐτούς, καὶ ἄμα τῷ ἔρχεσθαι αὐτοὺς εὐθὺς ἐλούου καὶ ἐστιβίζου τοὺς ὀφθαλμούς σου καὶ ἐκόσμου κόσμῳ,

καὶ ἐκάθου ἐπὶ κλίνης ἐστρωμένης, καὶ τράπεζα κεκοσμημένη πρὸ προσώπου αὐτῆς. καὶ τὸ θυμίαμα καὶ τὸ ἔλαιόν μου εὐφραίνοντο ἐν αὐτοῖς,