Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐν ὀσμῇ εὐωδίας προσδέξομαι ὑμᾶς, ἐν τῷ ἐξαγαγεῖν με ὑμᾶς ἐκ τῶν λαῶν καὶ εἰσδέχεσθαι ὑμᾶς ἐκ τῶν χωρῶν ἐν αἷς διεσκορπίσθητε ἐν αὐταῖς, καὶ ἁγιασθήσομαι ἐν ὑμῖν κατʼ ὀφθαλμοὺς τῶν λαῶν.

καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος, ἐν τῷ εἰσαγαγεῖν με ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραὴλ εἰς τὴν γῆν εἰς ἣν ἤρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτὴν τοῖς πατράσιν ὑμῶν.

καὶ μνησθήσεσθε ἐκεῖ τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν ἐν οἷς ἐμιαίνεσθε ἐν αὐτοῖς, καὶ κόψεσθε τὰ πρόσωπα ὑμῶν ἐν πάσαις ταῖς κακίαις ὑμῶν.

καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος, ἐν τῷ ποιῆσαί με οὕτως ὑμῖν ὅπως τὸ ὄνομά μου μὴ βεβηλωθη κατὰ τὰς ὁδοὺς ὑμῶν τὰς κακὰς καὶ κατὰ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ διεφθαρμένα, λέγει Κύριος.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων

Υἱὲ ἀνθρώπου. στήρισον τὸ πρόσωπόν σου ἐπὶ Θαιμὰν καὶ ἐπίβλεψον ἐπὶ Δαγὼν καὶ προφήτευσον ἐπὶ δρυμὸν ἡγούμενον Νάγεβ,

καὶ ἐρεῖς τῷ δρυμῷ ΝάγεβἌκουε λόγον Κυρίου Τάδε λέγει κύριος Κύριος Ἰδοὺ ἐγὼ ἀνάπτω ἐν σοὶ πῦρ, καὶ καταφάγεται ἐν σοὶ ξύλον χλωρὸν καὶ πᾶν ξύλον ξηρόν, οὐ σβεσθήσεται ἡ φλὸξ ἡ ἐξαφθεῖσα, καὶ κατακαυθήσεται ἐν αὐτῇ πᾶν πρόσωπον ἀπὸ ἀπηλιώτου ἕως βορρᾶ.

καὶ ἐπιγνώσονται πᾶσα σὰρξ ὅτι ἐγὼ Κύριος ἐξέκαυσα αὐτό, οὐ [*](38 κυριος Κυριος] κς ο θς A κς Q 39 om μη B? (spat 2 litt) Qᵃ εισ- AQ ακουετε] εισακουσητε Q om μου 1⁰ A δωροις] ειδωλοις Q 40 υψηλου] + Ιηλ Q om λεγει κυριος Κυριος A Ισραηλ] + λεγει κς κς A απαρχιας (1⁰) A πασι BᵃQ 41 εξαγαγειν] εξαγειν A εισδεχεσθαι] εισδεξομαι A εν αις] ου A 42 διοτι] οτι A τοις πατρασιν υμων] αυτοις A 43 μνησεσθαι Q* (μνησθήσεσθε Qa) κοψεσθε BA* Qmg] οψεσθαι A?Q* υμων 4⁰| + (sub) α᾿ θ᾿ ?? ) αις εποιησατε Q 44 μη βεβ. sub ?? Q? διεφθαρμενα] + (sub οι γ᾿ ?? | οικος Ιηλ Q Κυριος 2⁰| pr αδωναι AQ 45 pr tit επι Φαιμαν Qᵐᵍ sup 46 επι Θαιμαν] adnot επι συντελι[ά] Bc ᵛⁱᵈ Θαιμαν] adnot συντελεια ουτων Qmg επι Δαγων] adnot επι ηχθυν Bαc viᵈ Δαγων] Δαρωρ Q* Δαρουμ al Δαγωγ Qᵐᵍ 47 κυριος Κ υριος] κς ο θς Ιηι A om εν σοι 1⁰ A ξυλον 1⁰] pr παν AQ 48 επιγνωσονται] επιγνωσεται A ου] pr και A )

426
[*](B) σβεσθήσεται.

καὶ εἶπα Μηδαμῶς, κύριε Κύριε· αὐτοὶ λέγουσιν πρὸς μέ Οὐχὶ παραβολή ἐστιν λεγομένη αὕτη;

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Διὰ τοῦτο προφήτευσον, υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Ἰερουσαλὴμ καὶ ἐπίβλεψον ἐπὶ τὰ ἅγια αὐτῶν, καὶ προφητεύσεις ἐπὶ τὴν γῆν τοῦ Ἰσραήλ.

καὶ ἐρεῖς πρὸς τὴν γῆν τοῦ Ἰσραήλ Ἰδοὺ ἐγὼ πρὸς σέ, καὶ ἐκσπάσω τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ, καὶ ἐξολεθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον.

ἀνθʼ ὧν ἐξολεθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον, οὕτως ἐξελεύσεται τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ οἰτοῦ ἐπὶ πᾶσαν σάρκα ἀπὸ ἀπηλιώτου ἕως βορρᾶ,

καὶ ἐπιγνώσεται πᾶσα σὰρξ διότι ἐγὼ Κύριος ἐξέσπασα τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ, οὐκ ἀποστρέψει οὐκέτι.

καὶ σύ, υἱέ ἀνθρώπου, καταστέναξον ἐν συντριβῇ ὀσφύος σου, καὶ ἐν ὀδύναις στενάξεις κατʼ ὀφθαλμοὺς αὐτῶν.

καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ Ἕνεκα τίνος σὺ στενάζεις; καὶ ἐρεῖς Ἐπὶ τῇ ἀγγελίᾳ διότι ἔρχεται, καὶ θραυσθήσεται πᾶσα καρδία, καὶ πᾶσαι χεῖρες παραλυθήσονται, καὶ ἐκψύξει πᾶσα σὰρξ καὶ πᾶν πνεῦμα, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ· ἰδοὺ ἔρχεται, λέγει κύριος Κύριος.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, προφήτευσον καὶ ἐρεῖς Τάδε λέγει Κύριος Εἰπόν Ῥομφαία ῥομφαία, ὀξύνου καὶ θυμώθητι,

ὅπως σφάξῃς σφάγια, ὀξύνου ὅπως γένῃ εἰς στίλβωσιν, ἑτοίμη εἰς παράλυσιν· σφάζε, ἐξουδένει, ἀπωθοῦ πᾶν ξύλον.

καὶ ἔδωκεν αὐτὴν ἑτοίμην τοῦ κρατεῖν χεῖρα αὐτοῦ· ἐξηκονήθη ἡ ῥομφαία, ἐστὶν ἑτοίμη τοῦ δοῦναι αὐτὴν εἰς χεῖρα ἀποκεντοῦντος.