Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ὁ ἄνομος ἐὰν ἀποστρέψῃ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ ὧν ἐποίησεν, καὶ φυλάξηται πάσας τὰς ἐντολάς μου καὶ ποιήσῃ δικαιοσύνην καὶ ἔλεος, ζωῇ ζήσεται, οὐ μὴ ἀποθάνῃ.

πάντα τὰ παραπτώματα αὐτοῦ ὅσα ἐποίησεν οὐ μνησθήσεται· ἐν τῇ δικαιοσύνῃ αὐτοῦ ἦ ἐποίησεν ζήσεται.

μὴ θελήσει θελήσω τὸν θάνατον τοῦ ἀνόμου, λέγει Κύριος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν

ἐν δὲ τῷ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιῆσαι ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας ἃς ἐποίησεν ὁ ἄνομος, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ ἃς ἐποίησεν οὐ μὴ μνησθῶσιν· ἐν τῷ παραπτώματι αὐτοῦ ᾧ παρέπεσεν καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἥμαρτεν. ἐν αὐταῖς ἀποθανεῖται.

καὶ εἴπατε Οὐ κατευθύνει ἡ ὁδὸς Κυρίου. ἀκούσατε [*](16 τω πεινωντι] om τω Q περιεβαλεν] + ιματιον Q 17 απ] απο A | AQ απεστρεψεν AQ ουδε] και Q 18 εαν θλιψει] εν θλιψη A θλιφη] θλιβη Q αρπαγμα] + (sub οι γ᾿ ?? ) αδελφου Q 19 om τι A bis scr οτι Β* (improb 10 Bᵃᵇ) την αδικιαν] om την A ο υιος του πατρος] υιος πατρος αυτου A πεποιηκεν] εποιησεν A 20 αποθανειται] pr αυτη AQ ο δε υιος] υιους A (υιος A?) ληψεται bis Qa: 2⁰, Bᵇ πατρος] + αυτου AQ ο πατηρ om ο AQ αδικειαν (20) Β* (-κιαν Bb) υιου] + αυτου ΑQ δικαιω] δικαιου AQ) bis scr και ανομια. εσται Β* (uncis incl 2⁰ Bᵃᵇ) ανομω] ανομου AQ 21 και ο ανομος εαν αποστρεψῃ εκ] εαν δε αποστραφη ανομος απο A φυ- λαξηται] φυλαξη A δικαιοσυνην και ελεος] τα δικαιωματα μου A ου] pr και ΑQ 22 πανια τα παραπτωματα αυτου οσα] πασαι αι αδικιαι ας A ου] + μη AQ μνησθησεται] μνησθωσιν A + (sub) οι γʼ ?? ) αυτω Q |εν] pr αλλ A ζησεται] pr εν αυτη A 23 μη θελησει θελησω] οτι ου βουλο- μαι A Κυριος] pr κς AQ οδου] + αυτου A 24 εκ] απο A ποιησαι] ποιηση AQ ανομος] + (sub) θ᾿ ??) και ποιηση και (+ ου Qᵃ) ζησεται Q 25 κατευθυνει 1⁰] κατορθοι A)

420
[*](Β) δή, οἶκος Ἰσραὴλ· μὴ ἡ ὁδός μου οὐ κατευθύνει; οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατευθύνει;

ἐν τῷ ἀποστρέψαι τὸν δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσῃ παράπτωμα, καὶ ἀποθάνῃ ἐν τῷ παραπτώματι ἡ ἐποίησεν, ἐν αὐτῷ ἀποθανεῖται.

καὶ ἐν τῷ ἀποστρέψαι ἄνομον ἀπὸ τῆς ἀνομίας αὐτοῦ ἧς ἐποίησεν καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην, οὗτος τὴν ψυχὴν αὐτοῦ ἐφύλαξεν.

καὶ ἀπέστρεψεν ἐκ πασῶν ἀσεβειῶν αὐτοῦ ὧν ἐποίησεν, ζωῇ ζήσεται, οὐ μὴ ἀποθάνῃ.

καὶ λέγουσιν ὁ οἶκος τοῦ Ἰσραήλ Οὐ κατορθοῖ ἡ ὁδὸς Κυρίου. μὴ ἡ ὁδος μου οὐ κατορθοῖ, οἶκος Ἰσραήλ; οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατορθοῖ;

ἕκαστον κατὰ τὴν ὁδὸν αὐτοῦ κρινῶ ὑμᾶς, οἶκος Ἰσραήλ, λέγε Κύριος· ἐπιστράφητε καὶ ἀποστρέψατε ἐκ πασῶν τῶν ἀσεβειῶν ὑμῶν, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας.

ἀπορρίψατε ἀπὸ ἑαυτῶν πάσας τὰς ἀσεβίας ὑμῶν ἃς ἠσεβήσατε εἰς ἐμέ, καὶ ποιήσατε ἑαυτοῖς καρδίαν καινὴν καὶ πνεῦμα καινόν· καὶ ἴνα τί ἀποθνήσκετε, οἶκος Ἰσραήλ;

διότι οὐ θέλω τὸν θάνατον τοῦ ἀποθνήσκοντος, λέγει Κύριος.

Καὶ σὺ λάβε θρῆνον ἐπὶ τὸν ἄρχοντα τοῦ Ἰσραήλ,

καὶ ἐρεῖς Τί ἡ μήτηρ σου σκύμνος· ἐν μέσῳ λεόντων ἐγενήθη, ἐν μέσῳ λεόντων ἐπλήθυνεν σκύμνους αὐτῆς.

καὶ ἀπεπήδησεν εἷς τῶν σκύμνων αὐτῆς, λέων ἐγένετο, καὶ ἔμαθεν τοῦ ἁρπάζειν ἁρπάγματα, ἀνθρώπους ἔφαγεν.

καὶ ἤκουσαν κατʼ αὐτοῦ ἔθνη, ἐν τῇ διαφθορᾷ αὐτῶν συνελήμφθη, καὶ ἤγαγον αὐτὸν ἐν κημῷ εἰς γῆν Αἰγύπτου.

καὶ ἴδεν ὅτι ἀπῶσται ἀπʼ αὐτῆς, ἀνώλετο ἡ ὑπόστασις αὐτῆς· καὶ ἔλαβεν ἄλλον ἐκ τῶν σκύμνων αὐτῆς, λέοντα ἔταξεν αὐτόν.

καὶ ἀνεστρέφετο ἐν μέσῳ λεόντων, λέων ἐγένετο, καὶ ἔμαθεν ἁρπάζειν ἁρπάγματα, ἀνθρώπους ἔφαγεν·

καὶ ἐνέμετο τῷ θράσει αὐτοῦ καὶ τὰς πόλεις αὐτῶν ἐξηρήμωσεν, καὶ ἠφάνισεν γῆν καὶ τὸ πλήρωμα αὐτῆς [*](AQ)[*](25 οικος] pr πας A κατευθυνει 2⁰] κατορθοι Qmg υμων] ημων A 26 τον δικαιον] om τον A 28 και] pr και ιδεν A (sed ιδ. punctis adfec A) et (sub ?? ) Q aσεβειων] των ασεβιων A 29 του Ισραηλ] om του A μοου B* (μου ου Bᵃ?ᵇ) 30 εκαστον] pr δια τουτο A et (sub οι γʼ ?? ) Q υμας] υμεις A Κυριος] pr αδωναι AQ ασεβιων A 31 ασεβειας BᵃᵇQ ησεβησατε εις εμε] εποιησαται A παινον] +και ποιησαται πασας τας εντολας μου A |Ισραηλ] + λεγει κς A 32 Κυριος] pr αδωναι AQ + και επιστρεψαται και ζησαται A +θʼ ?? και επιστρεφατε και ζησατε Q* ᵛid ( σετε Qᵃ) XIX 1 pr tit θρηνος επι τον αρχοντα Ιηλ Qᵐᵍ sup συ] + υιε ανωυ A 2 σκυμνος] λεαινα Qmg εγενηθη] ενεμηθη Qmg εν μεσω 2⁰] pr και A επληθυνε A 3 απεπηδησεν] απεδημησεν A 4 κατ αυτου] περι αυτου Qmg ουτων] αυτου Qmg συνε- ληφθη Bᵇ Qᵃ 5 ειδεν Baᵇ απωσται] αποσπαται A απωλετο] pr και A 7 τω θρασει (in θ ras aliq Β?)] pr εν A πολις A ουτων] αυτου Qmg | εξερη- μμωσεν A )

421
ἀπὸ φωνῆς ὠρύματος αὐτοῦ.

καὶ ἔδωκαν ἐπʼ αὐτὸν ἔθνη ἐκ χωρῶν [*](Β) κυκλόθεν, καὶ ἐξεπέτασαν ἐπʼ αὐτὸν δίκτυα αὐτῶν, ἐν διαφθορᾷ αὐτῶν συνελήμφθη·