Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἀποστήσεται [*](AQ)[*](5 φυτον] + (sub θ΄ ??) ληπτον (λ. improb Q?) 6 ασθενουσαν] ευθη- νουσαν A | μικραν] + τω μεγεθει AQ του επιφαινεσθαι] τω επιφ. A | αυτην] αυτη| Avⁱᵈ | om επ αυτο και ριζαι αυτης Q* (hab Qmg) αυτο]αυτην A | ριζαι] pr αι A | bis scr υποκατω αυτης B* (uncis incl 2⁰ Bᵃᵇ) αυτης 3º] αυτου Qᵃ | ησαν uncis incl Bᵃ (ras uncos Bᵇ) αμπελον 2⁰] +μεγαλην A | αναδενδρα B* (-δραδα Bᵃᵇ) 7 ριζαι] pr αι AQ | εξαπεστειλεν] pr και A | αυτω | αυτην A | ποτισαι] ποιησαι Q | συν τω βωλω] απο του πρεμνου Qmg φυτιας A | 8 ποιειν] ποιησαι AQ | βλαστους] καρπον A | φερειν καρπον] ενεγκαι βλαστον A 9 Κυριος] pr αδωναι Q | κατευθυνει] κατευθυνθησεται A | απαλωτητος] απ sup ras Bᵃᵇ | καρπος] +αυτης Q | om σαπησεται Q* (hab Qmg) αυτης 2⁰] + (sub ??) ξηρανθησεται Q | ουδ] ουδε A 10 ουχ] ουχι A | κηρανθησεται 1º] +ξηρασια AQ | om ξηρανθησεται 2⁰ A 13 οικον] + Ιηλ A | ην] εστι A εστι Qmg | ταυτα ειπον] ταυτα α ειπον A ταυτα α ειπον αυτοις Qmg | οταν ελθη] ιδου ηξει Qmg | επι] εις A | om και 1º A | ληψεται Qᵃ: item 13 bis | om και τους αρχοντας αυτης A | εαυτον] αυτον A 13 om εκ Q | ηγεμοναπ] πγουμενους AQ 14 και ιστανειν] του ιστ. A )

417
ἀπ᾿ αὐτοῦ τοῦ ἐξαποστέλλειν ἀγγέλους ἑαυτοῦ εἰς Aἴγυπτον, [*](B) τοῦ δοῦναι αὐτῷ ἵππους καὶ λαὸν πολύν. εἰ κατευθυνεῖ; εἰ διασωθήσεται ὁ ποιῶν ἐναντία; καὶ παραβαίνων διαθήκην εἰ διασωθήσεται;

ζῶ ἐγώ, λέγει Κύριος, ἐὰν μὴ ἐν τόπῳ ὁ βασιλεὺς ὁ βασιλεύσας αὐτόν, ὃς ἠτίμωσεν τὴν ἀράν μου καὶ ὃς παρέβη τὴν διαθήκην μου, μετʼ αὐτοῦ ἐν μέσῳ Βαβυλῶνος τελευτήσει.

καὶ οὐκ ἐν δυνάμει μεγάλῃ οὐδʼ ἐν ὄχλῳ πολλῷ ποιήσει πρὸς αὐτὸν Φαραὼ πόλεμον, ἐν χαρακοβολίᾳ καὶ ἐν οἰκοδομῇ βελοστάσεων τοῦ ἐξᾶραι ψυχάς.

καὶ ἠτίμωσεν ὁρκωμοσίαν τοῦ παραβῆναι διαθήκην, καὶ ἰδοὺ δέδωκα τὴν χεῖρα αὐτοῦ, καὶ πάντα ταῦτα ἐποίησεν αὐτῷ· μὴ σωθήσεται;

διὰ τοῦτο εἰπόν Τάδε λέγει Κύριος Ζῶ ἐγὼ ἐὰν μὴ τὴν ὁρκωμοσίαν μου ἣν ἠτίμωσεν, καὶ τὴν διαθήκην μου ἣν παρέβη, καὶ δώσω αὐτὴν εἰς κεφαλὴν αὐτοῦ.

καὶ ἐκπετάσω ἐπʼ αὐτὸν τὸ δίκτυον, καὶ ἁλώσεται ἐν τῇ περιοχῇ αὐτοῦ.

ἐν πάσῃ παρατάξει αὐτοῦ ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ τοὺς καταλοίπους εἰς πάντα ἄνεμον διασπερῶ· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος λελάληκα.

Διότι τάδε λέγει Κύριος Καὶ λήμψομαι ἐγὼ ἐκ τῶν ἐκλεκτῶν τῆς κέδρου ἐκ κορυφῆς, καρδίας αὐτῶν ἀποκνιῶ καὶ καταφυτεύσω ἐγὼ ἐπʼ ὄρος ὑψηλόν,

καὶ κρεμάσω αὐτὸν ἐν ὄρει μετεώρῳ Ἰσραὴλ καὶ καταφυτεύσω, καὶ ἐξοίσει βλαστὸν καὶ ποιήσει καρπὸν καὶ ἔσται εἰς κέδρον μεγάλην· καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν ὄρνεον, καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται· τὰ κλήματα αὐτοῦ ἀποκατασταθήσεται.

καὶ γνώσονται πάντα τὰ ξύλα τοῦ πεδίου διότι ἐγὼ Κύριος ὁ ταπεινῶν ξύλον ὑψηλὸν καὶ ὑψῶν ξύλον ταπεινόν, καὶ ξηραίνων ξύλον χλωρὸν καὶ ἀναθάλλων ξύλον ξηρόν. ἐγὼ Κύριος λελάληκα καὶ ποιήσω.

[*](15 εξαποστελειν ) om εαυτου Q διασωθησεται 2⁰] σωθησεται ΑQ AQ 16 ζω] pr δια τουτο A Κυριος] pr αδωναι Q τοπω] τω τοπω ω A τω τοπω Q ο βασιλευς ο βασιλευσας] του βασιλεως του βασιλευσαντος Qmg 17 ουδ] ουδε AQ βελοστασεως A ψ υχας] + πολλας Q 18 και ητιμωσεν] οτι ητι- μασεν A δεδωκα] δεδωκεν Amg 19 Κυριος] pr αδωναι Q την ορκωμοσιαν ...παρεβη] την διαθηκην μου ην παρεβη και την ορκ. μου ην ητιμωσεν A αυτην] αυτα AQ 20 δικτυον] + μου AQ αυτου] + (sub ?? Q) και αξω αυτον εις Bαβυλωνα και διακριθησομαι μετ αυτου εκει την αδικιαν αυτου ην ηδικησεν εν εμοι AQ 21 εν παση παραταξει αυτου] και πασας φυγαδειας (-δας Q* -διας Qᵃ) αυτου εν παση τη π. αυτου AQ (sub ?? usque ad αυτου 1⁰) και παντες οι εκλεκτοι συν|παση τη π. α.)Qmg πεσουται Β* (πεσουντ.|Bᵃᵇ) 22 διοτι] δια τουτο ειπον A Κυριος] pr αδωναι Q ληψ ομαι Qᵃ εκλεκτων] επιλεκτων AQ om εκ 2⁰ A κορυφης] καρδιας αυτων A + (sub θʼ ??) και δωσω απο κεφαλης παραφυαδων αυτης Q ουτων] + και δωσω απο κεφαλης παραφυαδω αυτης καρδιας ουτων A 23 Ισραηλ] pr του A ορνεον και παν πετεινον] θηριον και τα πετεινα A τα κληματα] pr και A 24 πεδιου] αγρου A υγων] pr ο AQ ξυρον Β* (ξηρ. Bᵃᵇ) SEPT. III.)
418
[*](Β)

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, τί ὑμῖν ἡ παραβολὴ αὕτη ἐν τοῖς υἱοῖς Ἰσραήλ, λέγοντες Οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἐγομφίασαν;

ζῶ ἐγώ, λέγει Κύριος, ἐὰν γένηται ἔτι λεγομένη ἡ παραβολὴ αὕτη ἐν τῷ Ἰσραήλ.

ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν, ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρὸς οὕτως καὶ ἡ ψυχὴ τοῦ υἱοῦ, ἐμαί εἰσιν· ἡ ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται.