Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, διήγησαι διήγημα καὶ εἰπὸν παραβολὴν πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ,

καὶ ἐρεῖς Τάδε λέγει Κύριος Ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου,

τὰ ἄκρα τῆς ἁπαλότητος. ἀπέκνισεν, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χανὰαν, εἰς πόλιν τετειχισμένην [*](54 οπως κομιση] οπ. κομισω Q* ινα [κομισ])ηQmg τω παροργισαι] τω AQ σε παρ. A 55 αρχης 1⁰] + και Σαμαρεια και αι θυγατερες αυτης απο- κατασταθησονται καθως ησαν απ αρχης AQ αποκαταστασθησεσθη Β* (απο- κατασταθ. Bᵇ) 56 υπερηφανειας Q* (-νιας Qᵃ) 57 Συρειας Β* ( -ριας Bᵇ) 58 τας ασεβειας...κεκομισαι] εν ταις ασεβιαις σου και ταις ανομιαις σου συ κεκοσμησαι A κεκομισαι] pr συ Bᵃᵇ⁽ᵛiᵈ)Q) αυτας] αυτα Q 59 Κυριος] pr αδωναι AQ om εν A ητιμασας AQ) 61 ατιμασθηση A | εις οικοδομην] εις δοκιμην Q* (εις οικοδ. Qmg) σου 5⁰] μου A om Q 62 om εγω 1⁰ A επιγνωση BᵃᵇAQ) 63 το στομα σου] το στμα A στομα Q της ατιμιας] om της A εν τω εξιλασκ.] pr και A Κυριος] pr αδωναι Q X V II 1 pr tit περι του αετου του μεγαλου Qmg sup 3 Κυριος] pr αδωναι αετος] pr ο AQ εκτασει] εκστασει A ελαβεν AQ |επιλεκτα] εκλεκτα A 4 απεκνειζεν Β* viᵈ Χανααν] Χαλδαιων A )

416
[*](B) ἔθετο αὐτά.

καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον φυτὸν ἐφʼ ὕδατι πολλῷ, ἐπιβλεπόμενον ἔταξεν αὐτό.

καὶ ἀνέτειλεν καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν καὶ μικράν, τοῦ ἐπιφαίνεσθαι αὐτὴν τὰ κλήματα αὐτῆς ἐπʼ αὐτό, καὶ ῥίζαι αὐτῆς ὑποκάτω αὐτῆς ἦσαν. καὶ ἐγένετο εἰς ἄμπελον καὶ ἐποίησεν ἀπώρυγας καὶ ἐξέτεινεν τὴν ἀναδενδράδα αὐτῆς.

καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας μεγαλοπτέρυγος πολὺς ὄνυξιν, καὶ ἰδοὺ ἡ ἄμπελος αὕτη περιπεπλεγμένη πρὸς αὐτόν, καὶ ῥίζαι αὐτῆς πρὸς αὐτόν, καὶ τὰ κλήματα αὐτῆς ἐξαπέστειλεν αὐτῷ τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ τῆς φυτείας αὐτῆς.

εἰς πεδίον καλὸν ἐφʼ ὕδατι πολλῷ αὕτη πιαίνεται, τοῦ ποιεῖν βλαστοὺς καὶ φέρειν καρπόν, τοῦ εἶναι εἰς ἄμπελον μεγάλην.

διὰ τοῦτο εἰπόν Τάδε λέγει Κύριος Εἰ κατευθυνεῖ, οὐχὶ αἱ ῥίζαι τῆς ἁπαλότητος αὐτῆς καὶ ὁ καρπὸς σαπήσεται, καὶ ξηρανθήσεται πάντα τὰ προανατέλλοντα αὐτῆς, καὶ οὐκ ἐν βραχίονι μεγάλῳ οὐδʼ ἐν λαῷ πολλῷ τοῦ ἐκσπάσαι αὐτὴν ἐκ ῥίζῶν αὐτῆς;

καὶ ἰδοὺ πιαίνεται· μὴ κατευθυνεῖ; οὐχ ἅμα τῷ ἅψασθαι αὐτῆς ἄνεμον τὸν καύσωνα ξηρανθήσεταις; σὺν τῷ βώλῳ ἀνατολῆς αὐτῆς ξηρανθήσεται.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀυθρώπου, εἰπὸν δὴ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα Οὐκ ἐπίστασθε τί ἦν ταῦτα; εἰπόν Ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἰερουσαλήμ, καὶ λήμψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς καὶ ἄξει αὐτοὺς πρὸς ἑαυτὸν εἰς Βαβυλῶνα.

καὶ λήμψεται ἐκ τοῦ σπέρματος τῆς βασιλείας, καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην καὶ εἰσάξει αὐτὸν ἐν ἀρῷ, καὶ τοὺς ἡγεμόνας τῆς γῆς λήμψεται,

τοῦ γενέσθαι εἰς βασιλείαν ἀσθενῆ τὸ καθόλου μὴ ἐπαίρεσθαι, τοῦ φυλάσσειν τὴν διαθήκην αὐτοῦ καὶ ἱστάυειν αὐτήν.