Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, διαμάρτυρσι τῇ Ἰερουσαλὴμ τὰς ἀνομίας αὐτῆς,

καὶ ἐρεῖς Τάδε λέγει Κύριος τῇ Ἰερουσαλήμ Ἡ ῥίζα σου καὶ ἡ γένεσίς σου ἐκ γῆς Χανάαν, ὁ πατήρ σου Ἀμορραῖος, καὶ ἡ μήτηρ σου Χετταία.

καὶ ἡ γένεσίς σου· ἐν ἧ ἡμέρᾳ ἐτέχθης οὐκ ἔδησας τοὺς μαστούς σου, καὶ ἐν ὕδατι οὐκ ἐλούσθης οὐδὲ ἁλὶ ἡλίσθης, καὶ σπαργάνοις οὐκ ἐσπαργανώθης,

οὐδὲ ἐφείσατο ὀφθαλμός μου ἐπὶ σοὶ ἐκ πάντων τούτων, τοῦ παθεῖν τι ἐπὶ σοί καὶ ἀπερίφης ἐπὶ πρόσωπον τοῦ πεδίου τῇ σκολιότητι τῆς ψυχῆς σου ἐν ᾗ ἡμέρᾳ ἐτέχθης.

καὶ διῆλθον ἐπὶ σὲ καὶ ἴδον σε πεφυρμένην ἐν τῷ αἵματι, καὶ εἶπά σοι Ἐκ τοῦ αἵματός σου ζωή·

πληθύνου, καθὼς ἡ ἀνατολὴ τοῦ ἀγροῦ δέδωκά σε· καὶ ἐπληθύνθης καὶ ἐμεγαλύνθης, καὶ εἰσῆλθες εἰς πόλεις πόλεων. οἱ μαστοί σου ἀνορθώθησαν, καὶ ἡ θρίξ σου ἀνέτειλεν, [*](ΑQΓ)[*](3 ληφονται bis BᵇQᵃ [ αυτον] αυτου A 4 παρεξ] + ο Aᵃ?Q απ] om A επ Q 5 μη οτι εαν και] διοτι εαν και μη A ει] μη A | εσται ετι] ετι εσται Q 6 Κυριος] pr αδωναι AQ πυρι] pr τω AQ Ιερου- σαλημ] pr εν A 7 δωσω] στηριω A καταφ. αυτ. Q επιγνωσονται (α sup ras B?)] γνωσονται QΓ oαι με Γᵛiᵈ 8 Κυριος] pr αδωναι QΓ X VI 2 ανομιας] [α]μιαρτιας Γ 3 Κυριως] pr αδωναι QΓ 4 ουκ εδησας (εδησαν AQΓ ) τους μαστους (μασθ. Q) σου] ουκ ετμηθη ο ομφαλος σου Qᵐᵍ ελουσθης (ελουθ. Bᵇ)] + του χρυ μου A + α᾿ θ᾿ ?? εις σωτηριαν Q |και σπαργανοις ουκ εσπαργ. sub ?? Q? 5 ουδε εφεισατο] ου φεισεται A +επι σε Q οφθαλμος] pr ο AQ μου] σου Q* (μου Qmg) σοι 1⁰] + του ποιησαι σοι (συ Γ) εν Bᵃᵇ⁽ᵐᵍ⁾ AQΓ bis scr τοτων Β* (improb τουτων 2⁰ B?) |απερ- ριφης Bᵇ⁽ᵛiᵈ⁾ A η ημερα] [ημ]ερα η Γ 6 ειδον Bᵃ : item 8 αιματι + σου BᵃᵇAQΓ ζωη] η ζωη σου A 7 πληθυνου] pr και A ανωρθω- θησαν BᵇQ )

411
σὺ δὲ ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα.

καὶ διῆλθον διὰ σοῦ καὶ ἴδον [*](B) σε, καὶ ἴδοὺ καιρός σου καὶ καιρὸς καταλυόντων, καὶ διεπέτασα τὰς πτέρυγάς μου ἐπὶ σἐ καὶ ἐκάλυψα τὴν ἀσχημοσύνην σου, καὶ ὤμοσά σοι καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ, λέγει Κύριος, καὶ ἐγένου μοι.

καὶ ἔλουσά σε ἐν ὕδατι, καὶ ἀπέπλυνα τὸ αἷμά σου ἀπὸ σοῦ, καὶ ἔχρισά σε ἐν ἐλαίῳ·

καὶ ἐνέδυσά σε ποικίλα καὶ ὑπέδησά σε ὑάκινθον, καὶ ἔζωσά σε βύσσῳ καὶ περιέβαλόν σε τριχάπτῳ·

καὶ ἐκόσμησά σε κόσμῳ, καὶ περιέθηκα ψέλια περὶ τὰς χεῖράς σου καὶ κάθεμα περὶ τὸν τράχηλόν σου·

καὶ ἔδωκα ἐνώτιον περὶ τὸν μυκτῆρά σου καὶ τροχίσκους ἐπὶ τὰ ὦτά σου καὶ στέφανον καυχήσεως ἐπὶ τὴν κεφαλὴν σου·

καὶ ἐκοσμήθης χρυσίῳ καὶ ἀργυρίῳ, καὶ τὰ περιβόλαιά σου βύσσινα καὶ τρίχαπτα καὶ ποικίλα· σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἔφαγες, καὶ ἐγένου καλὴ σφόδρα.

καὶ ἐξῆλθέν σοι ὄνομα ἐν τοῖς ἔθνεσιν ἐν τῷ κάλλει σου, διότι συντετελεσμένον ἦν ἐν εὐπρεπείᾳ ἐν τῇ ὡραιότητι ᾗ ἔταξα ἐπὶ σέ, λέγει Κύριος.

Κατεπεποίθεις ἐν τῷ κάλλει σου καὶ ἐπόρνευσας ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐξέχεας τὴν πορνείαν σου ἐπὶ πάντα πάροδον.

καὶ ἔλαβες ἐκ τῶν ἱματίων σου, καὶ ἐποίησας σεαυτῇ εἴδωλα ῥαπτὰ καὶ ἐξεπόρνευσας ἐπʼ αὐτά, καὶ οὐ μὴ εἰσέλθῃς οὐδὲ μὴ γένηται.

καὶ ἔλαβες τὰ σκεύη τῆς καυχήσεως σου ἐκ τοῦ χρυσίου μου καὶ ἐκ τοῦ ἀργυρίου μου, ἐξ ὧν ἔδωκά σοι, καὶ ἐποίησας σεαυτῇ εἰκόνας ἀρσενικὰς καὶ ἐξεπόρνευσας ἐν αὐταῖς,

καὶ ἔλαβες τὸν ἱματισμὸν τὸν ποικίλον σου καὶ περιέβαλες αὐτάς, καὶ τὸ ἔλαιόν μου καὶ τὸ θυμίαμά μου ἔθηκας πρὸ προσώπου αὐτῶν,

καὶ τοὺς ἄρτους μου σὓς ἔδωκά σοι, σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἐψώμισά [*](7 συ δε] και A 8 διηλθον] ηλθον Q και 4⁰] ως A καιρος AQΓ καταλυοντων (-ωνιων A* -οντων A¹)] α᾿ καιρος συναλλαγης θ᾿ καιρος μαστων σου σʼ καιρος αγαπης Qmg ασχημοσυνην] incep αισχ Q* ᵛⁱᵈ ωμοσα σοι] ωμολογησα σοι Bᵃᵐᵍ (non inst Bᵇ) Κυριος] pr αδωναι Aᵃ? (ει αδω ναι in mg et sup ras Aᵃ?) QΓ μοι] μου Β* (μοι BᵃᵇQ) hiat Γ 10 υπεδησα υπ[ε]δυσα Γ 12 περι] επι A 13 χρυσιω και αργυριω] κοσμω χρυσω και αργυρω AΓ μελι και ελαιον Q φαγες Q* (εφ. Qᵃ) σφοδρα] + σφοδρα AQ + θ᾿ ?? και κατηυθυνθης εις βασίλειαν Q 14 σοι] σου AQΓ εν 2⁰] επι A συντετελεσμενον] ον sup ras Bᵃᵇ om εν τη ωραιοτητι Q Κυριος] pr αδωναι Aᵃ? (επι σε| λεγει αδωναι in mg et sup ras) QΓ 15 κατεπεποι- θεις] pr και A και επεποιθεις Q εν] επι AΓ πορνιαν A παροδον] + ο ουκ εσται A + (sub ??) αυτω εγινου Q 16 —27 paene perier in Γ 16 ειδωλα ραπτα] σ’ υψηλα εμβεβολιμμενα Qmg ουδε] ουδ ου A 17 εκ του χρυσιου μου και εκ του αργυριου μου] pr και A εκ του αργ. μου και εκ τον χουσ· μου Q 18 αυτας] αυτα Bᵃᵇ AQ | το ελαιον] τον ελ. Q* *(το)

412
[*](B) σε, καὶ ἔθηκας αὐτὰ πρὸ προσώπου αὐτῶν εἰς ὀσμὴν εὐωδίας. καὶ ἐγένετο, λέγει Κύριος,

καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου ἃς ἐγέννησας, καὶ ἔθυσας αὐτοῖς εἰς ἀνάλωσιν· ὡς μικρὰ ἐξεπόρνευσας,