Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἶπεν Κύριος πρὸς μέ Υἱὲ ἀνθρώπου, οὗτοι οἱ ἄνδρες οἱ λογιζόμενοι μάταια καὶ βουλευόμενοι βουλὴν πονηρὰν ἐν τῇ πόλει ταύτῃ·

οἱ λέγοντες Οὐχὶ προσφάτως οἰκοδόμηνται [*](15 και] pr (14) και τεσσερα προσωπα τω ενι το προσωπον του ενος προσ- AQΓ ωπρν ( +του Q) χερουβ και το προσωπον του δευτερου προσωπον ανου και το προσωπον του τριτου προσωπον (και το τριτον προσωπον Q) λεοντος και το τεταρτον προσωπον αετου A et (sub θʼ ?? ) Q τα χερουβειν ησαν] επηραν τα χερουβειν (χερουβ Q) AQ ειδον A 16 χερουβειμ bis Q: item 18 | επορευοντο] και A ουκκ επεστρεφον οι τροχοι ουτων| σʼ ουκ απελειποντο οι τροχοι Qmg ουτων 3⁰] και γε αυτοι απο των εχομενα ουτων A et (sub ?? ) Q + απ[ο των] εχ[ομε]|νω[ν] (εφ.. Cozz) αυ[των] Γ ᵛiᵈ 18 εξηλθον Q δοξα] pr η Γ απο] + του αιθριου AΓ et (sub ?? ) Q 19 χερουβειμ QΓ : item 2o εξελθειν] εξαιρειν A θεου] pr κυ A 20 ειδον BᵃᵇA 21 τεσ- σερα] pr (sub α᾿ θʼ ?? ) τεσσερα Q οκτω improb ut vid A? τεσσαρες Q και 2⁰] εις Qᵛⁱᵈ 22 ομοιωσις] ομοιωμα AQ ειδον AΓ επι του ποταμου του Χο- βαρ (θ' ποι. Χοβ.)] +την ορασιν-ρυτων AΓ et (sub θ' ?? ) Q X 1 1 κατα] κατ AQ | και 3⁰] + ιδου BᵃᵇAQΓ ειδον BᵃᵇΓ τον Ἰεχονιαν] Ιεζονιαν Q Bζερ] Ιαζερ A Αζουρ Q Αερ Qmg (adnot ωτα αυτης Qmg) Ιεζερ Γ | Φαλτιαν] Φαντιαν B* adnot πτωσις αποκεκλικυια Qmg Βαναιου] adnot οικοδρμη η οικος Ιαω Qmg 2 ματαια] in τ ras aliq B? 3 ωκοδομηνται AΓ SEΡΓ. III. )

402
[*](B) αἱ οἰκίαι; αὕτη ἐστὶν ὁ λέβης, ἡμεῖς δὲ τὰ κρέα.

διὰ τοῦτο προφήτευσον ἐπʼ αὐτούς, προφήτευσον, υἱὲ ἀνθρώπου.

καὶ ἔπεσεν ἐπʼ ἐμὲ πνεῦμα καὶ εἶπεν πρὸς μέ Λέγε Τάδε λέγει Κύριος Οὕτως εἴπατε, οἶκος Ἰσραήλ, καὶ τὰ διαβούλια τοῦ πνεύματος ὑμῶν ἐγὼ ἐπίσταμαι·

ἐπληθύνατε νεκροὺς ὑμῶν ἐν τῇ πόλει ταύτῃ, καὶ ἐνεπλήσατε τὰς ὁδοὺς αὐτῶν τραυματιῶν.

διὰ τοῦτο τάδε λέγει Κύριος Τοὺς νεκροὺς ὑμῶν οὓς ἐπατάξατε ἐν μέσῳ αὐτῆς, οὗτοί εἰσιν τὰ κρέα, αὕτη δὲ ὁ λέβης ἐστίν, καὶ ὑμᾶς ἐξάξω ἐκ μέσου αὐτῆς.

όομφαίὰαν φοβεῖσθε, καὶ ῥομφαίαν ἐπάξω ἐφʼ ὑμᾶς, λέγει Κύριος.

καὶ ἐξάξω ὑμᾶς ἐκ μέσου αὐτῆς, καὶ παραδώσω ὑμᾶς εἰς χεῖρας ἀλλοτρίων, καὶ ποιήσω ἐν ὑμῖν κρίματα.

ἐν ῥομφαίᾳ πεσεῖσθε, ἐπὶ τῶν ὀρέων τοῦ Ἰσραὴλ κρινῶ ὑμᾶς· καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος.

καὶ ἐγένετο ἐν τῷ προφητεύειν με καὶ Φαλτίας ὁ τοῦ Βαναίου ἀπέθανεν, καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ ἀνεβόησα φωνῇ μεγάλῃ καὶ εἶπα Οἵμοι οἴμοι, Κύριε, εἰς συντέλειαν σὺ ποιεῖς τοὺς καταλοίπους τοῦ Ἰσραήλ;

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων