Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ οἱ νῶτοι αὐτῶν καὶ αἱ χεῖρες αὐτῶν καὶ αἱ πτέρυγες αὐτῶν καὶ οἱ τροχοὶ πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσιν τροχοῖς.

τοῖς δὲ τροχοῖς τούτοις ἐπεκλήθη Γελγὲλ ἀκούὄντος [*](AF)[*](2 εισελθε] pr και ειπεν Q των υποκατω] και υπ.Οᵐᵍᵛⁱᵈ χερουβειμ(1⁰)AΟt 3 ιστηκει B*ᵃAQ* (ειστ. B¹.ᵇQᵃ) 4 των χερουβειν] του χερουβ Q ενε- πλησεν] επλησεν BᵃᵇAQ 6 om εκ μεσου των τροχων (hab QΙ(vid)ᵐᵍ) 7 εξετεινεν] +ο χερουβ AQ) αυτου] + (sub θ ?? ) εκ των αναμεσον των χερου- βειμ Q 8 ιδον] ιδου A* (ου improb vid A?) ανθρωπων] ανου (sic) Qᵐᵍ 9 τεσσαρες τροχοι Q ειστηκεισαν BᵃᵇQᵃ : item 17 χερουβ] pr του A ενος] pr του A + και τροχος εις εχομετος του χερουβ A + (snh θʼ ?? ) και τρ. εις εχ. χερουβ ενος Q και οψις] η οψ. A 11 εις ον αν τοπον επεβλεψεν η αρχη] 1⁹ α) ου επβλεψη η κεφαλη(θʼ]) ου αν εκλεινε| (corr εκλιην.) ο πρωτος [σʼ] ου ετρεπετο ο αρχηγος Qmg επορευοντο 2⁰] pr (sub α'θ'σ' ?? ) οπισω αυτου Q 12 και 1⁰] pr και πασαι αι σαρκες ουτων (sub θʼ ?? ) Q om κυκλοθεν A τροχοις] +αυτων AQ 13 τουτοις] τουτο A Γελγελ] adnot κυλσματα Qmg 0m ακουοντος (-τες Q) μου A )

401
μου.

καὶ τὰ χερουβεὶν ἤσαν τοῦτο τὸ ζῷον ὃ ἴδου ἐπὶ [*](Β) τοῦ ποταμοῦ τοῦ Κοβάρ.

καὶ ἐν τῷ πορεύεσθαι τὰ χερουβεὶν ἐπορεύοντο οἱ τροχοί, καὶ οὗτοι ἐχόμενοι αὐτῶν· καὶ ἐν τῷ ἐξαίρειν τὰ χερουβεὶν τὰς πτέρυγας αὐτῶν τοῦ μετεωρίζεσθαι ἀπὸ τῆς γῆς. οὐκ ἐπέστρεφον οἱ τροχοὶ αὐτῶν·

ἐν τῷ ἑστάναι αὐτὰ ἱστήκεισαν, [*](§ Γ) καὶ ἐν τῷ μετεωρίζεσθαι αὐτὰ ἐμετεωρίζοντο μετʼ αὐτῶν· διότι πνεῦμα ζωῆς ἐν αὐτοῖς ἦν.

καὶ ἐξῆλθεν δόξα Κυρίου ἀπὸ τοῦ οἴκου καὶ ἐπέβη ἐπὶ τὰ χερουβείν,

καὶ ἀνέλαβον τὰ χερουβεὶν τὰς πτέρυγας αὐτῶν καὶ ἐμετεωρίσθησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ· ἐν τῷ ἐξελθεῖν αὐτὰ καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν· καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου τῆς ἀπέναντι, καὶ δόξα θεοῦ Ἰσραὴλ ἦν ἐπʼ αὐτῶν ὑπεράνω.

τοῦτο τὸ ζῷόν ἐστιυ ὃ ἴδον ὑποκάτω θεοῦ Ἰσραὴλ ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ, καὶ ἔγνων ὅτι χερουβείν ἐστιν·

τέσσερα πρόσαωπα τῷ ἑνί, καὶ ὀκτὼ πτέρυγες τῷ ἐνί, καὶ ὁμοίωμα χειρῶν ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν.

καὶ ὁμοίωσις τῶν προσώπων οὐτων, ταῦτα τὰ πρόσωπά ἐστιν ἃ ἴδον ὑποκάτω τῆς δόξης θεοῦ Ἰσραὴλ ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ, καὶ αὐτὰ ἕκαστον κατὰ πρόσωπον αὐτῶν ἐπορεύοντο.

Καὶ ἀνέλαβέν με πνεῦμα καὶ ἤγαγέν με ἐπὶ τὴν πύλην τοῦ οἴκου Κυρίου τὴν κατέναντι τὴν βλέπουσαν κατὰ ἀνατολάς. καὶ ἐπὶ τῶν προθύρων τῆς πύλης ὡς εἴκοσι καὶ πέντε ἄνδρες, καὶ ἴδον ἐν μέσῳ αὐτῶν τὸν Ἰεχονίαν τὸν τοῦ Ἐζὲρ καὶ Φαλτίαν τὸν τοῦ Βαναίου τοὺς ἀφηγουμένους τοῦ λαοῦ.