Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἵδον, καὶ ἰδοὺ τροχὸς εἰς ἐπὶ τῆς γῆς ἐχόμενος τῶν ζήων τοῖς τέσσαρσιν.

καὶ τὸ εἶδος τῶν τροχῶν ὡς εἶδος θαρσείς, καὶ ὁμοίωμα ἕν τοῖς τέσσαρσιν· καὶ τὸ ἔργον αὐτῶν ἦν καθὸς ἂν εἴη τροχὸς ἐν τροχῷ·

ἐπὶ τὰ τέσσερα μέρη αὐτῶν ἐπορεύοντο. οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά,

οὸδʼ οἱ νώτοι αὐτῶν, καὶ ὕψος ἤν αὐτοῖς· καὶ ἴδον αὐτά, καὶ οἱ νῶτοι αὐτῶν πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσιν.

καὶ ἐν τῷ πορεύεσθαι τὰ ζῷα, ἐπορεύοντο οἱ τροχοὶ ἐχόμενοι αὐτῶν· καὶ ἐν τῷ ἐξαίρειν τὰ ζῷα ἀπὸ τῆς γῆς, ἐξήροντο οἱ τροχοί.

οὖ ἂν ἦν ἡ νεφέλη, ἐκεῖ τὸ πνεῦμα ποῦ πορεύεσθαι· ἐπορεύοντο οἱ τροχοὶ καὶ ἐξήροντο σὺν αὐτοῖς, διότι πυεῦμα ζωῆς ἐν τοῖς τροχοῖς.

ἐν τῷ πορεύεσθαι αὐτὰ ἐπορεύοντο, καὶ ἐν τῷ ἑστάναι αὐτὰ ἱστήκεισαν, καὶ ἐν τῷ ἐξαίρειν αὐτὰ ἀπὸ τῆς γῆς ἐξήροντο σὺν αὐτοῖς, ὅτι πνεῖμα ζωῆς ἤν ἐν τοῖς τροχοῖς.