Epistula Jeremiae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐπ ὶ τὸ σώμα αὐτῶν καὶ ἐπὶ τὴν κεφαλὴν ἐφίπτανται νυκτερίδες, χελιδόνες καὶ τὰ ὄρνεα, ὡσαύτως δὲ καὶ οἱ αἵλουροι.

ἰθεν γνώσεσθε ὅτι οὐκ εἰσὶν θεοί μὴ οὗν φοβεῖσθε αὐτά.

Τὸ γὰρ χρυσίον ὁ περίκεινται εἰς κάλλος, ἐὰν μή τις ἐκμάξῃ τὸν ἰόν, οὐ μὴ στίλψωσιν· οὐδὲ γὰρ ὅτε ἐχωνεύοντο [*](¶ Γ) ἠσθάνοντο.

ἐκ πάσης τιμῆς ἠγορασμένα ἐστίν, ἐν οἷς οὐκ ἔστιν πνεῦμα.

ἄνευ ποδῶν ἐπʼ ὀμοις φέρονται ἐνδεικνύμενοι τὴν ἑαυτῶν ἀτιμίαν τοῖς ἀνθρώποις, αἰσχύνονταί τε καὶ οἱ θεραπεύοντες αὐτά,

[*](AQΓ)[*](10 θεους αργυρους και θεους χρυσους] θ. χρυσ. κ. αργ. A θ. αργ. κ. κρυ- σους Q 12 εκμασσοντες Q οικειας B* (-κιας Bᵃᵇ); item 19, 2o |εστι Qᵃ πλειω ΒA πλειων Q hiαt Γ αυτοις] αυτους Q 13 ως] ωσει Q 14 εγχειριδιον BᵃbA (εγχιρ.) Q δεξια] pr εν τη A pr εν Q πολεμων A 15 αχρειον] αχρηστον A 16 οικοις] κηποις A πληρες A εισι Q 17 ως] pr η A ιεοεις] + οὕτων A ὅπως] + μη A των λῃστων] om των Q om μη A συληθωσιν AQΓ 18 καιουσι AQ πλειους η εαυτοις] πλείονας αυτοις A |πλεζιουςl η εαυτους Γ ουδενα] ου A Γ | δυνανται] + ουδενα 19 μεν] δε AQmg om δε Γ τῶν 2⁰]B τω Γ φησιν Q* (φασιν Qᵃ etᵐᵍ) της γης] om της Q 20 μεμελανωται Q* (-νωνται )Qmg) τα προσωπα Qᵐᵍ οικιας] γης καιομενου A 21 κεφαλην] + ουτων A νυκτερίδες χελιδονες] χελιδονες και νυκτεριδες A χελ. sub ?? Q? 22 εισι Qfort |φοβεισθε] ηφοβηθητε AQΓ 23 οτε] οτιQ ησθανοντο] η αισθανοντο Qᵛiᵈ 24 εστιν 1⁰] εισιν QΓ εστιν 2⁰] εστι Qᵃ 25 εφ B* (επ Bᵃᵇ) ηφερονται] αιρονται ]A ενδιγνυμενοι A τε] δε AQ)
381

διὰ τό, μὴ ποτε ἐπὶ τὴν γῆν πέσῃ, δι᾿ αὐτῶν ἀνίστασθαι· μήτε [*](B) ἐάν τις αὐτὸ ὀρθὸν στήσῃ, δι᾿ ἑαυτοῦ κινηθήσεται, μήτε ἐὰν κλιθῇ, οὐ μὴ ὀρθωθῇ, ἀλλʼ ἶσπερ νεκροῖς τὰ δώρα αὐτοῖς παρατίθεται.

τὰς δὲ θυσίας αὐτῶν ἀποδόμενοι οἱ ἱερεῖς αὐτῶν καταχρῶνται· ὡσαύτως δὲ καὶ αἱ γυναῖκες ἀπʼ αὐτῶν ταριχεύουσαι οὕτε πτωχῷ οὕτε ἀδυνάτῳ μὴ μεταδώσιν·

τῶυ θυσιῶν αὐτῶν ἀποκαθημένη καὶ λεχὼς ἄπτονται. γνόντες οὗν ἀπὸ τούτων ὅτι οὐκ εἰσὶν θεοί, μὴ φοβηθῆτε αὐτοὺς.

Πόθεν γὰρ κληθείησαν θεοί; ὅτι γυναῖκες παρατιθέασιν θεοῖς ἀργυροῖς καὶ χρυσοῖς καὶ ξυλίνοις·

καὶ ἐν τοῖς οἴκοις αὐτῶν οἱ ἱερεῖς διφρεύουσιν, ἔχοντες τοὺς χιτῶνας διερραωγότας καὶ τὰς κεφαλὰς καὶ τοὺς πώγωνας ἐξυρημένους, ὧν αἱ κεφαλαὶ ἀκάλυπτοί εἰσιν,

ὠρύονται δέ βοώντες ἐναντίον τῶν θεῶν αὐτῶν ώσπερ τινές ἐν περιδείπνῳ νεκροῦ.

ἀπὸ τοῦ ἱματισμοῦ αὐτῶν ἀφελόμενοι οἱ ἱερεῖς ἐνδύσουσιν τὰς γυναίκας αὐτῶν καὶ τὰ παιδία·

οδτε ἐὰν κακὸν πάθωσιν ὑπό τινος οὕτε ἐὰν ἀγαθόν, δυνήσονται ἀνταποδοῦναι· οὕτε καταστῆσαι βασιλέα δύνανται οὕτε ἀφελέσθαι.

ὁὡσαύτως οὕτε πλοῦτον οὐτε χαλκὸν οὐ μὴ δύνωνται διδόναι· ἐάν τις αὐτοῖς εὐχὴν εὐξάμενος μὴ ἀποδῷ, οὐ μὴ ἐπιζητήσωσιν·

ἐκ θανάτου ἄνθρωπον οὐ μὴ όύσωνται, οὐτε ἥττονα ἀπὸ ἰσχυροῦ μὴ ἐξέλωνται·

Μνθρωπον τυφλὸυ εἰς ὄρασιν οὐ μὴ περιστήσωσιν, ἐν ἀνάγκῃ ἄνθρωπον ὄντα οὐ μὴ ἐξέλωνται·

χήραν οὐ μὴ ἐλεήσωσιν, οὕτε ὀρφανὸν εὗ ποιήσουσιν.

τοῖς ἀπὸ τοῦ ὄρους λίθοις ὡμοιωμένοι εἰσὶν τὰ ξύλινα καὶ τὰ περίχρυσα καὶ τὰ περιάργυρα, οἱ δῆ θεραπεύοντες αὐτὰ καταισχυνθήσονται.

πώς οὗν νομιστέον ἤ κλητέον αὐτοὺς ὑπάρχειν θεούς;

Ἐτι δὲ καὶ αὐτῶν τῶν Χαλδαίων ἀτιμαζόντων αὐτά, oζ ὅταν ἴδωσιν ἐνεὸν οὐ δυνάμενον λαλῆσαι, προσενεγκάμενοι τὸν Βῆλον ἀξιοῦσιν φωνῆσαι, ὡς δυνατοῦ ὄντος αὐτοῦ αἰσθέσθαι,