Epistula Jeremiae
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ σκῆπτρον ἔχει ὁὡς ἄνθρωπος κριτὴς χώρας, ὸς τὸν εἰς αὐτὸν ἁμαρτάνοντα οὐκ ἀνελεῖ.
ἔχει δὲ ἐνχειρίδιον δεξιῷ καὶ πέλεκυν, ἑαυτὸν δὲ ἐκ πολέμου καὶ λῃστῶν οὐκ ἐξελεῖται. ὅθεν γνώριμοί εἰσιν οὐκ ὄντες θεοί μὴ οὗν φοβηθῆτε αὐτούς.
Ὥσπερ γὰρ σκεῦος ἀνθρώπου συντριβὲν ἀχρεῖον γίνεται,
τοιοῦτοι ὑπάρχουσιν οἱ θεοὶ αὐτῶν, καθιδρυμένων αὐτῶν ἐν τοῖς οἴκοις. οἱ ὀφθαλμοὶ αὐτῶν πλήρεις εἰσὶν κονιορτοῦ ἀπὸ τῶν ποδῶν τῶν εἰσπορευομένων.
καὶ ὥσπερ τινὶ ἠδικηκότι βασιλέα περιπεφραγμέναι εἰσὶν αἱ αὐλαί, ὡς ἐπὶ θανάτῳ ἀπηγμένῳ, τοὺς οἴκους αὐτῶν ὐχυροῦσιν οἱ ἱερεῖς θυρώμασίν τε καὶ κλείθροις καὶ μοχλοῖς, ὅπως ὑπὸ τῶν λῃστῶν μὴ συληθῶσι
λύχνους καίουσιν καὶ πλείους ἑαυτοῖς, ὧν οὐδένα δύνανται ἰδεῖν.
ἔστιν μέν ὥσπερ δοκὸς τῶν ἐκ τῆς οἰκίας, τὰς δέ καρδίας αὐτῶν φασὶν ἐκλείχεσθαιʼ τῶν ἀπὸ τῆς γῆς ἑρπετῶν κατεσθόντων αὐτοὺς τε καὶ τὸν ἱματισμὸν αὐτῶν οὐκ αἰσθάνονται.
μεμελανωμένοι τὸ πρόσωπον αὐτῶν ἀπὸ τοῦ καπνοῦ τοῦ ἐκ τῆς οἰκίας.
ἐπ ὶ τὸ σώμα αὐτῶν καὶ ἐπὶ τὴν κεφαλὴν ἐφίπτανται νυκτερίδες, χελιδόνες καὶ τὰ ὄρνεα, ὡσαύτως δὲ καὶ οἱ αἵλουροι.
ἰθεν γνώσεσθε ὅτι οὐκ εἰσὶν θεοί μὴ οὗν φοβεῖσθε αὐτά.
Τὸ γὰρ χρυσίον ὁ περίκεινται εἰς κάλλος, ἐὰν μή τις ἐκμάξῃ τὸν ἰόν, οὐ μὴ στίλψωσιν· οὐδὲ γὰρ ὅτε ἐχωνεύοντο [*](¶ Γ) ἠσθάνοντο.
ἐκ πάσης τιμῆς ἠγορασμένα ἐστίν, ἐν οἷς οὐκ ἔστιν πνεῦμα.