Epistula Jeremiae
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
Διὰ τὰς ἁμαρτίας ὑμῶν ἄς ἡμαρτήκατε ἐναντίον τοῦ θεοῦ ἀχθήσεσθε εἰς Βαβυλῶνα αἰχμάλωτοι ὑπὸ Ναβουχοδονοσὸρ βασιλέως τῶν Βαβυλωνίων.
εἰσελθόντες οὗν εἰς Βαβυλῶνα ἔσεσθε ἐκεῖ ἔτη πλείονα καὶ χρόνον μακρὸν ἕως γενεῶν ἑπτά· μετὰ τοῦτο δὲ ἐξάξω ὑμᾶς ἐκεῖθεν μετʼ εἰρήνης.
νυνὶ δὲ ὄψεσθε ἐν Βαβυλῶνι θεοὺς ἀργυροῦς καὶ χρυσοῦς καὶ ξυλίνους ἐπʼ ὠμοις αἰρομένους, δεικνύντας φόβον τοῖς ἔθνεσιν.
εὐλαβήθητε οὗν μὴ καὶ ὑμεῖς ἀφομοιωθέντες τοῖς ἀλλοφύλοις ἀφομοιωθῆτε, καὶ φόβος ὑμᾶς λάβῃ ἐπʼ αὐτοῖς,
ἰδόντας ὄχλον ἔμπροσθεν καὶ ὄπισθεν αὐτῶν προσκυνοῦντας αὐτά· εἶπατε δὲ τῇ διανοίᾳ Σοὶ δεῖ προσκυνεῖν, Δἐσποτα.
ό γὰρ ἄγγελός μου μεθʼ ὑμῶν ἐστίν, αὐτός τε ἐκζητῶν τὰς ψυχὰς ὑμῶν.
Γλῶσσα γὰρ αὐτῶν ἐστὶν κατεξυσμένη ὑπὸ τέκτονος, αὐτά τε περίχρυσα καὶ περιάργυρα, ψευδῆ δʼ ἐστὶν καὶ οὐ δύνανται λαλεῖν.
καὶ ὥσπερ παρθένῳ φιλοκόσμῳ λαμβάνοντες χρυσίον
κατασκευἀζουσιν στεφάνους ἐπὶ τὰς κεφαλὰς τῶν θεῶν αὐτῶν· ἔστι δέ καὶ ὅτε ὑφαιρούμενοι οἱ ἱερεῖς ἀπὸ τῶν θεῶν αὐτῶν χρυσίον καὶ ἀργύριον εἰς ἑαυτοὺς καταναλοῦσιν,
δώσουσιν δὲ ἀπ αὐτῶν καὶ ταῖς ἐπὶ τοῦ στέγους πόρναις. κοσμοῦσί τε αὐτοὺς ὡς ἀνθρώπους τοῖς ἐνδύμασιν, [*](Ιnscr επιστολη Ιερεμιου BA επιστολη Q tit επεταγη] υπεταγη A | AQΓ αυτω] αυτοις A 1 om υμων BᵃᵇAQ εναντιον] εναντι A βασιλεως] pr του AQ 2 om εκει B*fort (κει ε B?⁽ᵐᵍ)) μετα τουτο δε] μετα δε τουτο Q 3 δικνυοντας Q* (δεικν. Qᵃ) 4 αφομοωθητε] φοβηθητε Q 5 ιδοντες AQ om ουτων A om ειπατε.. δεσποτα A 7 om εστιν 1⁰ A δ] δε A εστιν 2⁰] εστι Qᵃ 8 φιλοκοσ μω B* (φιλο κ. Bᵃ) 9 εστιν εΑ υφαιρομενοι Α ιερεις] + αυτ|ων ᵛiᵈ om ουτων 20 ᵛⁱᵈ καταναλω- σουσιν ( σι Qᵃ) AQ 10 δωσουσι Qᵃ στεγους] τεγους AQ κοσμουσιν A τε] δε A)
οὗτοι δὲ οὐ δια- σώζονται ἀπὸ ἰοῦ καὶ βρωμάτων, περιβεβλημένων αὐτῶν ἱματισμὸν πορφυροῦν.
ἐκμάσσονται τὸ πρόσωπον αὐτῶν διὰ τὸν ἐκ τῆς οἰκίας κονιορτόν, ὅς ἐστιν πλείω ἐπʼ αὐτοῖς.