Threni seu Lamentationes
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
- Χαῖρε καὶ εὐφραίνου, θύγατερ Ἰδουμαίας ἡ κατοικοῦσα ἐπὶ γῆς.
- καί γε ἐπὶ σὲ διελεύσεται τὸ ποτήριον Κυρίου, μεθυσθήσῃ
- καὶ ἀποχεεῖς.
Χσέν.
- Ἐξέλιπεν ἡ ἀνομία σου, θύγατερ Σειών,
- οὐ προσθήσει ἀποικίσαι σε.
- ἐπεσκέψατο ἀνομίας σου, θυγάτηρ Ἐδώμ,
- ἀπεκάλυψεν ἐπὶ τὰ ἀσεβήματά σου.
θαύ
- Μνήσθητι, Κύριε, ὅ τι ἐγενήθη ἡμῖν,
- ἐπίκκβλεψον καὶ ἴδε τὸν ὀνειδισμὸν ἡμῶν.
377
- κληρονομία ἡμῶν μετεστράφη ἀλλοτρίοις, [*](B)
- οἱ οἶκοι ἡμῶν ξένοις.
- ὀρφανοὶ ἐγενήθημεν, οὐχ ὑπάρχει πατήρ,
- μητέρες ἡμῶν ὡς αἱ χῆραι.
- ἐξ ἡμερῶν ἡμῶν ξύλα ἡμῶν ἐν ἀλλάγματι ἦλθεν·
- ἐπὶ τὸν τράχηλον ἡμῶν ἐδιώχθημεν·
- ἐκοπιάσαμεν, οὐκ ἀνεπαύθημεν.
- Aἶγυπτος ἔδωκεν χείρα.
- Ἀσσοὺρ εἰς πλησμονὴν αὐτῶν.
- οἱ πατέρες ἡμῶν ἥμαρτον, οὐχ ὑπάρχουσιν,
- ἡμεῖς τὰ ἀνομήματα αὐτῶν ὑπέσχομεν.
- δοῦλοι ἐκυρίευσαν ἡμῶν,
- λυτρούμενος οὐκ ἔστιν ἐκ τῆς χειρὸς αὐτῶν.
- ἐν ταῖς ψυχαῖς ἡμῶν εἰσοίσομεν ἄρτον ἡμῶν
- ἀπὸ προσώπου όομφαίας τῆς ἐρήμου.
- τὸ δέρμα ἡμῶν ὡς κλίβανος ἐπελιώθη,
- συνεσπάσθησαν ἀπὸ προσώπου καταιγίδων λιμοῦ.
- γυναῖκας ἐν Σειὼν ἐταπείνωσαν,
- παρθένους ἐν πόλεσιν Ἰούδα.
- ἄρχοντες ἐν χερσὶν αὐτῶν ἐκρεμάσθησαν,
- πρεσβύτεροι οὐκ ἐδοξάσθησαν.
- ἐκλεκτοὶ κλαυθμὸν ἀνέλαβον,
- καὶ νεανίσκοι ἐν ξύλῳ ἠσθένησαν.
- καὶ πρεσβῦται ἀπὸ πύλης κατέπαυσαν,
- ἐκλεκτοὶ ἐκ ψαλμῶν αὐτῶν κατέπαυσαν,
- κατέλυσεν χαρὰ καρδίας ἡμῶν,
- ἐστράφη εἰς πένθος ὁ χορὸς ἡμῶν,
- ἔπεσεν ὁ στέφανος ἡμῶν τῆς κεφαλῆς.
- οὐαὶ δὴ ἡμῖν, ὅτι ἡμάρτομεν.
- περὶ τούτου ἐγενήθη ὀδύνη ὀδυνηρὰ ἡ καρδία ἡμῶν.
- περὶ τούτου ἐσκότασαν οἱ ὀφθαλμοὶ ἡμῶν.
378
[*](Β)- ἐπ᾿ ὄρος Σειών, ὅτι ἠφανίσθη,
- ἀλώπεκες διῆλθον ἐν αὐτῇ.