Threni seu Lamentationes

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

    Ἅλεφ.

  1. Πῶς ἀμαυρωθήσεται χρυσίον, ἀλλοιωθήσεται τὸ ἀργύριον τὸ
  2. ἀγαθόν;
  3. ἐξεχύθησαν λίθοι ἅγιοι ἐπʼ ἀρχῆς πασῶν ἐξόδων.

    Bή.

  1. υἱοὶ Σειὼν οἱ τίμιοι οἱ ἐπηρμένοι ἐν χρυσίῳ,
  2. πῶς ἐλογίσθησαν εἰς ἄγγια ὀστράκινα, ἔργα χειρῶν
  3. κεραμέως
[*](58 ρηχς] κωφ A ῥῆς Q δικας] αδικιας A 59 pr ρῆς Q 60 pr ρης AQ Q ιδες AQ | εις] και Q διαλογισμους] pr τους Q εν] επ Q 61 χσεν] κεν AQ ουτων 1⁰] + κε κ Qᵐᵍ 62 pr σεν Q επανισταμενων] επα- νιστανομενων AQ 63 pr κεν Q | αναστησιν] αναστασιν AQ |επ οφθαλμους (οφθ. B* ο φθ. B?) ουτων] επι τους οφθ. ουτων AQ* εγω απο τω| ψαλμῦ αυτω| Qᵐᵍ 64 pr θαυ Q αποδωσεις] ανταποδοσις Q* αντα- ποδωσεις Qᵃ 65 υπερ απισμον B* υπε|ρ οασπ. B? καρδιας] + μου Q μοχθον] + σου αυτοις Qmg 66 pr θαυ Q καταδιωξεις] καταξεις A οργη] + σου Qmᵍ υποκατωθεν Q ουρανου] + σου Qᵐᵍ IV 1 αλεφ] αλφ AQ κρυσιον] pr το AQ εξεχυθησαν] χυδαιοι εγενοντο Qb 2 βη] βηθ Bb(vid) ΑQ Σιων AQ οι επηρμενοι] om οι AQ αγγεια BᵃᵇQᵃ)
374
[*](Β)

    Γίμελ

  1. Καί γε δράκοντες ἐξέδυσαν μαστούς,
  2. ἐθήλασαν σκύμνοι αὐτῶν θυγατέρας λαοῦ μου εἰς ἀνίατον,
  3. ὡς στρουθίον ἐν ἐρήμῃ.

    Δάλεθ.

  1. Ἐκολλήθη ἡ γλῶσσα θηλάζοντος πρὸς τὸν φάρυγγα αὐτοῦ ἐν
  2. δίψει·
  3. νήπια ῆτησαν ἄρτον, ὁ διακλῶν οὐκ ἔστιν αὐτοῖς.

  1. Οί ἔσθοντες τὰς τροφὰς ἠφανίσθησαν ἐν ταῖς ἐξόδοις,
  2. οἱ τιθηνούμενοι ἐπὶ κόκκῳ περιεβάλοντο κοπρίας.

    Οὐαό.

  1. Καὶ ἐμεγαλύνθη ἀνομία θυγατρὸς λαοῦ μου ὑπέρ ἀνομίας
  2. Σοδόμων,
  3. τῆς κατεστραμμένης ὥσπερ σπουδῇ, καὶ οὐκ ἐπόνεσαν ἐν
  4. αὐτῇ χεῖρας.

    Ζάιν.

  1. Ἐκαθαριώθησαν Ναζειραῖοι αὐτῆς ὑπέρ χιόνα, ἔλαμψαν ὑπέρ
  2. γάλα,
  3. ἐπυρώθησαν ὑπέρ λίθους, σαπφείρου τὸ ἀπόσπασμα αὐτῶν.

    Ἥθ.

  1. Ἐσκότασεν ὑπέρ ἀσβόλην τὸ εἶδος αὐτῶν, οὐκ ἐπεγνώσθησαν
  2. ἐν ταῖς ἐξόδοις·
  3. ἐπάγη δέρμα αὐτῶν ἐπὶ τὰ ὀστέα αὐτῶν, ἐξηράνθησαν, ἐγενήθησαν
  4. ὥσπερ ξύλον.

    Τήθ.

  1. Καλοὶ ἦσαν οἱ τραυματίαι όομφαίας ἡ οἱ τραυματίαι λιμοῦ·
  2. ἐπορεύθησαν ἐκκεκεντημένοι ἀπὸ γενημάτων ἀγρῶν.
[*](AQ)[*](3 γιμελ] γιμλ A σκυμνους Q θυγατερες AQ 4 δαλεθ] δελεθ A δελθ Q ο διακλῶν] και ο κλων A 5 εσθιοντες A τροφας] τρυφος Q κοκκῳ] κόλπων A κόκκων Q περιεβαλοντο] περιελαβον A 6 ανομια] pr η A 7 ζαιν] ζαι AQ distinx post ελαμψαν Q επυρωθησαν] ετυ- ρωθησαν AQ* (επυρ. Qmg) distinx post ετυρ. Q 8 τα oστεα] τα οστα AQ των οστων Qᵐᵍ)
375
[*](B)

    Ἰώδ.

  1. Χεῖρες γυναικῶν οἰκτειρμόναων ἥψησαν τὰ παιδία αὐτῶν,
  2. ἐγενήθησαν εἰς βρῶσιν αὐταῖς ἐν τῷ συντρίμματι τῆς θυγατρὸς
  3. λαοῦ μου.

    Χάφ.

  1. Συνετέλεσεν Κύριος θυμὸν αὐτοῦ, ἐξέχεεν θυμὸν ὀργῆς αὐτοῦ,
  2. καὶ ἀνῆψεν πῦρ ἐν Σειών, καὶ κατέφαγεν τὰ θεμέλια αὐτῆς.

    Αάβδ.

  1. Οὐκ ἐπίστευσαν βασιλεῖς γῆς, πάντες οἱ κατοικοῦντες τὴν
  2. οἰκουμένην,
  3. ὅτι εἰσελεύσεται ἐχθρὸς καὶ ἐκθλίίδων διὰ τῶν πυλῶν Ἰε.
  4. ρουσαλήμ.

    Μήμ.

  1. Ἐξ ἁμαρτιῶν προφητῶν αὐτῆς, ἀδικιῶν ἱερέων αὐτῆς,
  2. τῶν εκχεοντων αἶμα δίκαιον ἐν μέσῳ αὐτῆς.

    Nούν.

  1. Ἐσαλεύθησαν ἐγρήγοροι αὐτῆς ἐν ταῖς ἐξόδοις,
  2. ἐμολύνθησαν ἐν αἵματι ἐν τῷ μὴ δύνασθαι αὐτούς,
  3. ἥψαντο ἐνδυμάτων αὐτῶν.

    Σάμεχ.

  1. Ἀπόστητε ἀκαθάρτων, καλέσατε αὐτοὺς Ἀπόστητε ἀπόστητε,
  2. μὴ ἄπτεσθε,
  3. ὅτι ἀνήφθησαν καί γε ἐσαλεύθησαν·
  4. εἶπατε ἐν τοῖς ἔθνεσιν οὐ μὴ προσθῶσιν τοῦ παροικεῖν.

    Ἄιν.

  1. Πρόσωπον Κυρίου μερὶς αὐτῶν, οὐ προσθήσει ἐπιβλέψαι
  2. αὐτοῖς·
  3. πρόσωπον ἱερέων οὐκ ἔλαβον, προφήτας οὐκ ἠλέησαν.
[*](10 ιωδ] ιωθ Q λαου] pr του AQ 11 om χαφ A θυμον οργης] AQ οργην θυμου A pr ?? τον Οᵐᵍ Σιων AQ 12 λαβδ] λαβεδ Bᵃᵇ λαμδ Q 13 αυτης 1⁰] αντων A αδικειων B* (-κίων Bᵇ) 14 νοῦν] νουμ A εγρη- γοροι] pr οἱ ᵇ ἐν 1⁰] επι A ηψατο A 15 σαμεχ] σαχχ A σαμχ Q ἀκαθάρτων] pr απο A αποστητε 3⁰] + ακαθαρτου Qmg προσθωσι Qa 16 αιν] φη Qmg ουκ ελαβον] superscr ουκ ηλεησαν Qᵇ προφητας] πρεσβυ- τας AQ)
376
[*](Β)

    Φή.

  1. Ἔτι ὄντων ἡμῶν ἐξέλιπον οἱ ὀφθαλμοὶ ἡμῶν,
  2. εἰς τὴν βοήθειαν ἡμῶν μάταια ἀποσκοπευόντων ἡμῶν.

    Ταδή.

  1. Ἀπεσκοπεύσαμεν εἰς ἔθνος οὐ σῶζον,
  2. ἐθηρεύσαμεν μικροὺς ἡμῶν τοῦ μὴ πορεύεσθαι ἐν ταῖς πλα-
  3. τείαις ἡμῶν.

    Κὼφ.

  1. Ἤγγικεν ὁ καιρὸς ἡμῶν, ἐπληρώθησαν αἱ ἡμέραι ἡμῶν, πάρεστιν
  2. ὁ καιρὸς ἡμῶν·
  3. κοῦφοι ἐγένοντο οἱ διώκοντες ἡμᾶς ὑπέρ ἀετοὺς οὐρανοῦ,
  4. ἐπὶ τῶν ὀρέων ἐξέπτησαν, ἐν ἐρήμῳ ἐνήδρευσαν ἡμᾶς.

    'Ρήχς.

  1. Πνεῦμα προσώπου ἡμῶν χριστὸς Κύριος συνελήμφθη ἐν ταῖς
  2. διαφθοραῖς αὐτῶν,
  3. οὖ εἶπαμεν Ἐν τῇ σκιῷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν.