Threni seu Lamentationes
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
- ʼΚἘμνήσθην ἀπὸ πτωχείας μου καὶ ἐκ διωγμοῦ,
Zάι.
- πικρία καὶ χολὴ μου μνησθήσεται, καὶ καταδολεσχήσει
- ἐπʼ ἐμὲ ἡ ψυχή μου·
- ταύτην τάξω εἰς τὴν καρδίαν μου, διὰ τοῦτο ὑπομενῶ.
- Ἀγαθὸς Κύριος τοῖς ὑπομένουσιν αὐτόν,
- ψυχῇ ἡ ζητήσει αὐτὸν ἀγαθόν·
Ἥθ.
- καὶ ὑπομενεῖ καὶ ἡσυχάσει εἰς τὸ σωτήριον Κυρίου.
- Ἀγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ,
Tήθ.
- καθήσεται κατὰ μόνας καὶ σιωπήσεται, ὅτι ἤρεν ἐφʼ ἑαυτῷ.
371
[*](Β)- Δώσει τῷ παίοντι αὐτὸν σιαγόνα, χορτασθήσεται ὀνειδισμῶν,
Ἰώδ.
- ὅτι οὐκ εἰς τὸν αἰῶνα ἀπώσεται Κύριος.
- Ὅτι ὁ ταπεινώσας οἰκτειρήσει καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους
- αὐτοῦ·
Xάφ.
- οὐκ ἀπεκρίθη ἀπὸ καρδίας αὐτοῦ καὶ ἐταπείνωσεν υἱοὺς
- ἀνδρός.
- Γοῦ ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὐτοῦ πάντας δεσμίους γῆς,
Λαβδ.
- τοῦ ἐκκλῖναι κρίσιν ἀνδρὸς κατέναντι προσώπου Γψίστου,
- καταδικάσαι ἄνθρωπον ἐν τῷ κρίνεσθαι αὐτόν, Κύριος
- οὐκ εἶπεν.
- τίς οὕτως εἶπεν, καὶ ἐγενήθη; Κύριος οὐκ ἐνετείλατο·
- ἐκ στόματος Ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ
- ἀγαθόν.
- Τί γογγύσῃ ἄνθρωπος ζῶν ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦ;
Μήμ.
- Ἐξηρευνήθη ἡ ὁδὸς ἡμῶν καὶ ἠτάσθη, καὶ ἐπιστρέψωμεν ἕως
- Κυρίου·
Nούν.
- ἀναλάβωμεν καρδίας ἡμῶν ἐπὶ χειρῶν πρὸς Γψηλὸν ἐν
- οὐρανῷ·
- ἡμαρτήσαμεν, ἠσεβήσαμεν, καὶ οὐχ ἱλάσθης.