Threni seu Lamentationes

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

    Ἄλεφ.

  1. Πῶς ἐκάθισεν μόνη ἡ πόλις ἡ πεπληθυμμένη λαῶν;
  2. ἐγενήθη ὡς χήρα πεπληθυμμένη ἐν ἔθνεσιν,
  3. ἄρχουσα ἐν χώραις ἐγενήθη εἰς φόρον.

    Ἄλεφ.

  1. Κλαίουσα ἔκλαυσεν ἐν νυκτί, καὶ τὰ δάκρυα αὐτῆς ἐπὶ τῶν
  2. σιαγόνων αὐτῆς,
  3. καὶ οὐχ ὑπάρχει ὁ παρακαλῶν αὐτὴν ἀπὸ πάντων τῶν
  4. ἀγαπώντων αὐτὴν·
  5. πάντες οἱ φιλοῦντες αὐτὴν ἠθέτησαν ἐν αὐτῇ,
  6. ἐγένοντο αὐτή εἰς ἐχθρούς.

    Γἱμελ

  1. Μετῳκίσθη Ἰουδαία ἀπὸ ταπεινώσεως αὐτῆς καὶ ἀπὸ πλήθους
  2. δουλείας αὐτῆς·
  3. ἐκάθισεν ἐν ἔθνεσιν, οὐχ εἶρεν ἀνάπαυσιν·
  4. πάντες οἱ καταδιώκοντες αὐτὴν κατέλαβον αὐτὴν ἀνὰ μέσον
  5. τῶν θλιβόντων.
[*](U+05D0ΑQ)[*](Inscr θρηνοι Β*A θρ. Ιερεμιου Bᵇ??ΟΓ (Ιερεμ..) 1 tit Ισραηλ] ras aliq in σ B? 1 αλεφ] αλφ A αλφα Q adnot ματαιωσις η τελειωσις Qᵐᵍ | om ως U+05D0* (hab U+05D0?(ᵐᵍ) πεπληθυμμενη] σ΄ πληθυνουσα Qᵐᵍ 2 βηθ] adnot οικουσα εν αυτη Qmg εκλαυσεν] εδακρυσεν A και ουχ υπαρχει ο παρα- καλων] και ουχ υπηρχεν ο παρακ. Q σ΄ κ ουκ υπηρξεν αυτη παρηγορων Qᵐᵍ αγαπω| B* (.ντων Bᵃᵇ) αυτην 2°] η sup ras Bᵃᵇ φιλουντες] φιλου sup ras Bᵃᵇ εν αυτη] αυτην U+05D0 3 γιμελ] γιμλ AQ adnot πληρωσις ανωτερον Qmg Ιουδαια] pr η AQ δουλας U+05D0 | ουχ] pr και U+05D0 | καταδιωκοντες] διω- κοντες U+05D0 | ανα μεσον] σ΄ εντος Qmg θλιβοντων] + αυτη) AQᵐᵍ )
361
[*](B)

    Δάλεθ.

  1. Ὁδοὶ Σειὼν πενθοῦσιν παρὰ τὸ μὴ εἰναι ἐρχομένους ἐν ἑορτῇ·
  2. πᾶσαι αἱ πύλαι αὐτῆς ἠφανισμέναι, οἱ ἱερεῖς αὐτῆς
  3. ἀναστενάζουσιν,
  4. αἱ παρθένοι αὐτῆς ἀγόμεναι, καὶ αὐτὴ πικραινομένη ἐν ἑαυτῇ.