Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

τοῦ κακῶς εἶναι ὑμῖν, καὶ ἤλθετε καὶ ἔστητε ἐνώπιον ἐμοῦ ἐν τῷ οἴκῳ οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτῷ, καὶ εἴπατε Ἀπεσχήμεθα τοῦ μὴ ποιεῖν πάντα τὰ βδελύγματα ταῦτα.

μὴ σπήλαιον λῃστῶν [*](U+05D0AQ)[*](26 εξεφνης (εφνης U+05D0* εξ, U+05D0¹c.a)] εξαιφνης BᵃᵇQ? (εξαι sup ras vid) 27 δεδωκα σε| δεδωκατε U+05D0* (δεδ. σε U+05D0c) 28 χαλκος] pr ως U+05D0c.a | παντες 2°] pr και A 29 εξελειπεν (1°) A | πυρος] της γης A | εξελειπεν (2°) U+05D0c.bA | μολιμος B* (-βος Bᵃᵇ) | μολ. εις καινον· U+05D0 | πονηριαι Q | ετακησαν Q 30 αποδεδοκισμενον U+05D0 VII 2 ακουσατε... Ιουδαια] θ΄ ?? (1) ο λογος ο γενομενος προς Ιερεμιαν παρα κυ λεγων (2) στηθι εν πυλη οικου κυ ӄ αναγνωθι εκει τον λογον τουτον ӄ ερεις ακουσατε το| λογον κῡ πασα η Ιουδαια οι εισπο- ρευομενοι δια των πυλω| τουτων προσκυνειν τω κω Qmg | Ιουδεα U+05D0 3 τα λεγει U+05D0* (ταδε λ. U+05D0c.b) | Κυριος] + των δυναμεω Q | κατοικιω] pr ου A 4 λογοις] ο 1° rescr Qᵇ? | υμας λεγοντες] ας λεγ rescr Qᵇ? 5 om και τα επιτηδευματα υμων A επιτηδ. paene rescr Qᵇ? | και 2°] +α΄σ΄θ΄ ?? εαν Qmg | κρισιν] κριμα AQ 6 πορευσησθε A | υμιν] υμων U+05D0* (-μιν U+05D0c.a,c.b) 7 τουτω] υμων U+05D0Q | γη] pr τη Q 8 δε] +και Q* | ωφελθ. U+05D0* ωφεληθ. U+05D0c.a 9 om και κλεπτετε U+05D0* (hab U+05D0c.a) | θυμιατε A | om επορευεσθε A | αλλοτριων] + πορευεσθε A 10 κακω U+05D0* (-κως U+05D0c.a,c.b) | οινε U+05D0* (ειναι U+05D0c.b) | ηλθατε U+05D0A | εστητε] + εν τω οικω A | εμου] μου U+05D0AQ | om εν τω οικω A | om μη | om τα βδελυγματα U+05D0* om τα U+05D0c.c | ταυτα] + τα βδελυγματα U+05D0c.a πανια A* (improb Aᵃ?) 11 λῃστων] + σ΄ ?? εγενετο Qmg)

239
ὁ οἶκός μου οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτῷ ἐκεῖ ἐνώπιον [*](B) ὑμῶν; καὶ ἐγὼ ἰδοὺ ἑόρακα, λέγει Κύριος.

ὅτι ἐπορεύθητε εἰς τὸν τόπον μου τὸν ἐν Σηλώ, οὗ κατεσκήνωσα τὸ ὄνομά μου ἐκεῖ ἔμπροσθεν, καὶ ἴδετε ἃ ἐποίησα αὐτῷ ἀπὸ προσώπου κακίας λαοῦ μου Ἰσραὴλ.

καὶ νῦν ἀνθʼ ὧν ἐποιήσατε πάντα τὰ ἔργα ταῦτα, καὶ ἐλάλησα πρὸς ὑμᾶς καὶ οὐκ ἠκούσατέ μου, καὶ ἐκάλεσα ὑμᾶς καὶ οὐκ ἀπεκρίθητε·

καὶ ποιήσω τῷ οἴκῳ ᾧ ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτῷ, ἐφʼ ᾧ ὑμεῖς πεποίθατε ἐπʼ αὐτῷ, καὶ τῷ τόπῳ ᾧ ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν, καθὼς ἐποίησα τῇ Σηλώ.

καὶ ἀπορρίψω ὑμᾶς ἀπὸ προσώπου μου, καθὼς ἀπέριψα τοὺς ἀδελφοὺς ὑμῶν, πᾶν τὸ σπέρμα Ἐφράιμ.

Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι αὐτούς, καὶ μὴ εὔχου καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαι.

ἡ οὐχ ὁρᾶς τί αὐτοὶ ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα καὶ ἐν ταῖς ὁδοῖς Ἰερουσαλήμ;

οἱ υἱοὶ αὐτῶν συλλέγουσιν ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἰ γυναῖκες αὐτῶν τρίβουσιν σταῖς, τοῦ ποιῆσαι χαυῶνας τῇ στρατίῳ τοῦ οὐρανοῦ, καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις ἵνα παροργίσωσίν με.

μὴ ἐμέ αὐτοὶ παροργίζουσιν λέγει Κύριος, οὐχὶ ἑαυτούς, ὅπως καταισχυνθῇ τὰ πρόσωπα αὐτῶν;

διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ὀργὴ καὶ θυμός μου χεῖται ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ ἐπὶ πᾶν ξύλον τοῦ ἀγροῦ αὐτῶν καὶ ἐπὶ τὰ γενήματα τῆς γῆς, καὶ καυθήσεται καὶ οὐ σβεσθήσεται.

Τάδε λέγει Κύριος Τὰ ὁλοκαυτώματα ὑμῶν συναγάγετε μετὰ πῶν θυσιῶν ὑμῶν καὶ φάγετε κρέα.

ἴτι οὐκ ἐλάλησα πρὸς [*](11 αυτων (-τμω U+05D0*) ιδου (ειδ. U+05D0* ιδ, U+05D0c.b) εγω U+05D0AQ εωρακα BᵇU+05D0A U+05D0AQ 12 om οτι A πορευθητε U+05D0?AQ Σηλωμ U+05D0c.cA) εκει] pr επ αυτω Q | ει- δετε U+05D0c.b 13 ταυτα] + α΄σ΄θ΄ ?? φησῑ| κς Qmg υμας 1°] + Sορθριζῶ| ӄκ λαλω Qmg ηκουσατε] εισηκουσατε U+05D0 14 και 1°] τοινυν καγω AQ | οικω ω] οικω ου U+05D0 τοπω τουτω ω A οικω τουτω ου Q εδωκα] ελαλησα A Σηλωμ U+05D0c.bQ 15 αποριψω U+05D0A απερριψα Bᵇ(vid)AQ υμων] ημων A | παν] απαν U+05D0c.a (repos παν U+05D0c.b) Εφρεμ U+05D0 16 περι 1°] υπερ A om και μμη ευχου...περι ουτων A ουτων] των U+05D0* (αυτ, U+05D0c.a) οι χ U+05D0* ουκ Bsaltem b | εισα- κουσ.] + σου U+05D0c.a (improb 17 om εν ταις πολεσιν Ιουδα και A | Ιερουσαλημ| Ιηλ U+05D0* (Ιηλμ U+05D0c.a) 18 συλλεξουσI U+05D0* (συλλεγ. U+05D0c.c | πυρ] pr ?? το Qmg τριβουσι U+05D0AᵃQ σι σταις του ποιη sup ras A σταις] στεας U+05D0c.a στρατεια AQ* εσπεισαν] σπισαι A παροργισωσι Q 19 αυ- τοι] +σπα τοι U+05D0* (σ ras τ πατοι improb U+05D0c.a) παροργιουσιν U+05D0* (-γιζονσιν U+05D0c.a) | ουχι] ουχ A | καταισχιυνθη τα προσωπα] θη τα π sup ras B1 nisi potius ab 20 χειται] εκχειται A bis scr και επι παν ξυλον του αγρου Q* om αυτων Q om επι 5° U+05D0* (superscr U+05D01(vid),c.a) τα γενηματα] pr πανια AQ της γης] αυτης A καυθησεται] εκκαυθησεται U+05D0Q om ου U+05D0* (hab Bᵃᵇ) | σβεσθη- σεται (σβεθ, U+05D0* σβεπθ, Bᵃᵇ)] + και ουκ εσται ο σβεσων A 22 οτι] και A)

240
[*](B) τοὺς πατέρας ὑμῶν καὶ οὐκ ἐνετειλάμην αὐτοῖς ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου περὶ ὁλοκαυτωμάτων καὶ θυσίας·

ἀλλ᾿ ἢ τὸ ῥῆμα τοῦτο ἐνετειλάμην αὐτοῖς λέγων Ἀκούσατε τῆς φωνῆς μου, καὶ ἔσομαι ὑμῖν εἰς θεὸν καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς λαόν, καὶ πορεύεσθε ἐν πάσαις ταῖς ὁδοῖς μου αἷς ἂν ἐντείλωμαι ὑμῖν, ὅπως ἂν εὖ ᾖ ὑμῖν.

καὶ οὐκ ἤκουσάν μου καὶ οὐ προσέσχεν τὸ οὖς αὐτῶν, ἀλλʼ ἐπορεύθησαν τοῖς ἐνθυμήμασιν τῆς καρδίας αὐτῶν τῆς κακῆς, καὶ ἐγενήθησαν εἰς τὰ ὄπισθεν καὶ οὐκ εἰς τὰ ἔμπροσθεν,

ἀφʼ ἧς ἡμέρας ἐξήλθοσαν οἱ πατέρες αὐτῶν ἐκ γῆς Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης. καὶ ἐξαπέστειλα πρὸς ὑμᾶς πάντας τοὺς δούλους μου τοὺς προφήτας, ἡμέρας καὶ ὄρθρου· καὶ ἀπέστειλα,

καὶ οὐκ ἤκουσάν μου καὶ οὐ προσέσχεν τὸ οὗς αὐτῶν, καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπέρ τοὺς πατέρας αὐτῶν.

καὶ ἐρεῖς αὐτοῖς τὸν λόγον τοῦτον Τοῦτο τὸ ἔθνος ὃ οὐκ ἤκουσεν τῆς φωνῆς Κυρίου οὐδὲ ἐδέξατο παιδείαν· ἐξέλιπεν ἡ πίστις ἐκ στόματος αὐτῶν.

Κεῖρε τὴν κεφαλήν σου καὶ ἀπόριπτε, καὶ ἀνάλαβε ἐπὶ χειλέων θρῆνον, ὅτι ἀπεδοκίμασεν Κύριος καὶ ἀπώσατο τὴν γενεὰν τὴν ποιοῦσαν ταῦτα.

ὅτι ἐποίησαν οἱ υἱοὶ Ἰούδα τὸ πονηρὸν ἐναντίον ἐμοῦ, λέγει Κύριος· ἔταξαν τὰ βδελύγματα αὐτῶν ἐν τῷ οἴκῳ οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτόν, τοῦ μιᾶναι αὐτόν·