Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἄκουε, γῆ· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακά, τὸν καρπὸν ἀποστροφῆς αὐτῶν· ὅτι τῶν λόγων μου οὐ προσέσχον, καὶ τὸν νόμον μου ἀπώσαντο.

ἴνα τί μοι λίβανον ἐκ Σαβὰ φέρετε καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν; τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ εἰσὶν δεκτά, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι.

διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθενίαν, καὶ ἀσθενήσουσιν πατέρες καὶ υἱοὶ ἄμα, γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται.

Τάδε λέγει Κύριος Ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ, καὶ ἔθνη ἐγερθήσεται ἀπʼ ἐσχάτου τῆς γῆς,

τόξον καὶ ζιβύνην κρατήσουσιν· ἰταμός ἐστιν, καὶ οὐκ ἐλεήσει· φωνὴ αὐτοῦ ὡς θάλασσα κυμαίνουσα, ἐφʼ ἵπποις καὶ ἅρμασιν παρατάξεται ὡς πῦρ εἰς πόλεμον πρὸς σέ, θύγατερ Σειών.

ἠκούσαμεν τὴν ἀκοὴν αὐτῶν, παρελύθησαν αἱ χεῖρες ἡμῶν, θλίψις κατέσχεν ἡμᾶς, ὠδῖωες ὡς τικτούσης.

μὴ ἐκπορεύεσθε εἰς ἀγρὸν καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε, ὅτι ῥομφαία τῶν ἐχθρῶν παροικεῖ κυκλόθεν.

θυγάτηρ λαοῦ μου, περίζωσαι σάκκον, κατάπασαι ἐν σποδῷ, πένθος ἀγαπητοῦ ποίησαι σεαυτῇ [*](15 πεσουτεU+05D0* (-ντε U+05D0c.a -νται U+05D0c.b) επισκοπης] + αυτων AQ 16 αιωνιους U+05D0AQ κυ U+05D0 βαδιζετε] βαδισατε (δ sup ras Aᵃ) A αγνισμον] αγιασμον A 17 κατε- στακα BU+05D0* (καθ. U+05D0c.a) A σαππιγγος U+05D0* (σαλπ. U+05D0c.b) ακουσομε U+05D0* (-σομεθα U+05D0c.a) 19 pl rescr ut vid Q? ιδου] Ιοδα U+05D0* Ιουδα U+05D0c.aA κακα] κατα U+05D0 | καρπον] κερον U+05D0* (καιρ. U+05D0c.b) των λογων] τω λογω U+05D0Q τοις λογοις A 19—20 απω σαντο ινα τ sup ras B¹for,ab 20 ινα τι] + α΄θ΄σ΄ ?? τουτο Qmg εξ Σαβα U+05D0* (εκ Σ. Bᵇ) εκ Σαβα rescr Qᵇ? κινναμομον U+05D0* (-μωμον U+05D0c.a,c.b) γη U+05D0* (γης U+05D0c.a,c.b): in γης rescr ς Qᵇ? υμων] μ sup ras Aᵃ 21 ασθενειαν BᵃᵇQ ασθενησουσιν] + εν αυτη U+05D0c.aAQ υ|ιοι U+05D0* υι|οι B? 22 εθνη] εθνος μεγα U+05D0c.a (postea rursus εθνη) A εθνος Qᵃ + ?? μεγα ӄ βασιλεις πολλοι Qmg εγερθησεται] εξεγερθηται U+05D0* εξεγερθησεται U+05D0c.a (et, nisi potius -σονται, U+05D0¹) A εξεγερθησονται Q 23 κρατησουσιν] + αυτης Q* (improb Q?) ιπποις (ιπ U+05D0* +ποις U+05D0c.a)] ιππης Q* παραταξε U+05D0* (+ται U+05D0c.a) θυγατηρ U+05D0 | Σιων BᵇU+05D0c.a,c.b (Σον U+05D0*) AQ 24 26 pl rescr ut vid Q? 24 υμων U+05D0* (ημ. U+05D0c.a,c.b) κατεσχον Q 25 ρομφαια] pr η U+05D0 κυκλωθεν U+05D0* (-κλοθεν U+05D0c.a,c.b) 26 θυγατηρ] θυγατερες U+05D0* (-τηρ U+05D0c.a ruts -τερες) θυγατερ A (τ rescr A¹) Q περιζωσαι] περιζωσασθε U+05D0* (-σεται U+05D0c.a) postea restit σασθε) καταπασαι] pr και AQ εν σποδω] σποδον AQ πενθος] pr ως U+05D0c.a ποιησον Q)

238
[*](B) κοπετὸν οἰκτρόν, ὅτι ἐξέφωης ἤξει ταλαιπωρία ἐφʼ ὑμᾶς.

δοκιμαστὴν δέδωκά σε ἐν λαοῖς δεδοκιμασμένοις καὶ γνώσῃ με ἐν τῷ δοκιμάσαι με τὴν ὁδὸν αὐτῶν·

πάντες ἀνήκοοι, πορευόμενοι σκολιῶς· χαλκὸς καὶ σίδηρος, πάντες διεφθαρμένοι εἰσίν.

ἐξέλιπεν φυσητὴρ ἀπὸ πυρός, ἐξέλιπεν μόλιβος· εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρία αὐτῶν οὐκ ἐτάκη.

ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος.

Ἀκούσατε λόγον Κυρίου, πᾶσα ἡ Ἰουδαία.

τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραὴλ Διορθώσατε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ.

μὴ πεποίθατε ἐφʼ ἑαυτοῖς ἐπὶ λόγοις ψευδέσιν, ὅτι τὸ παράπαν οὐκ ὠφελήσουσιν ὑμᾶς λέγοντες Ναὸς Κυρίου, ναὸς Κυρίου ἐστίν.

ὅτι ἐὰν διορθοῦντες διορθώσητε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ ποιοῦντες ποιήσητε κρίσιν ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ,

καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύσητε, καὶ αἶμα ἀθῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ, καὶ ὀπίσω θεῶν ἀλλοτρίων μὴ πορεύησθε εἰς κακὸν ὑμῖν·

καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ ἐν γῇ ᾗ ἔδωκα τοῖς πατράσιν ὑμῶν ἐξ αἰῶνος καὶ ἕως αἰῶνος.

εἰ δὲ ὑμεῖς πεποίθατε ἐπὶ λόγοις ψευδέσιν ὅθεν οὐκ ὠφεληθήσεσθε,

καὶ φονεύετε καὶ μοιχᾶσθε καὶ κλέπτετε καὶ ὀμνύετε ἐπʼ ἀδίκῳ, καὶ ἐθυμιᾶτε τῇ Βάαλ καὶ ἐπορεύεσθε ὀπίσω θεῶν ἀλλοτρίων ὧν οὐκ οἴδατε