Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐψεύσατο τῷ κυρίῳ ἑαυτῶν, καὶ εἶπαν Οὐκ ἔστιν ταῦτα· οὐχ ἤξει ἐφʼ ἡμᾶς κακά, καὶ μάχαιραν καὶ λιμὸν οὐκ ὀψόμεθα·

οἱ προφῆται ἡμῶν ἦσαν εἰς ἄνεμον, καὶ λόγος Κυρίου οὐχ ὑπῆρχεν ἐν αὐτοῖς· οὕτως ἔσται αὐτοῖς.

διὰ τοῦτο τάδε λέγει Κύριος Παντοκράτωρ Ἀνθʼ ὧν ἐλαλήσατε τὸ ῥῆμα τοῦτο, ἰδοὺ ἐγὼ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ, καὶ τὸν λαὸν τοῦτον ξύλα, καὶ καταφάγεται αὐτούς.

ἰδοὺ ἐὼ ἐπάγω ἐφʼ ὑμᾶς ἔθνος πόρρωθεν, οἶκος Ἰσραήλ, λέγει Κύριος, ἔθνος οὗ οὐκ ἀκούσει τῆς φωνῆς τῆς γλώσσης αὐτοῦ·

πάντες ἰσχυροί, καὶ κατέδονται τὸν θερισμὸν ὑμῶν

καὶ τοὺς ἄρτους ὑμῶν, καὶ κατέδονται τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ὑμῶν, καὶ κατέδονται τὰ πρόβατα ὑμῶν καὶ τοὺς μόσχους ὑμῶν, καὶ κατέδονται τοὺς ἀμπελῶνας ὑμῶν καὶ τοὺς συκῶνας ὑμῶν καὶ τοὺς ἐλαιῶνας ὑμῶν· καὶ ἀλοήσουσιν τὰς πόλεις, τὰς πόλεις τὰς ὀχυρὰς ὑμῶν, ἐφʼ αἷς ὑμεῖς πεποίθατε ἐπʼ αὐταῖς, ἐν ῥομφαίᾳ.

καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος ὁ θεός σου, οὐ μὴ ποιήσω ὑμᾶς εἰς συντέλειαν.

καὶ ἔσται ὅταν εἴπητε Τἴνος ἕνεκεν ἐποίησεν Κύριος ὁ θεὸς ἡμῶν ἡμῖν πάντα ταῦτα; καὶ ἐρεῖς αὐτοῖς Λνθʼ ὦν ἐδουλεύσατε θεοῖς ἀλλοτρίοις ἐν τῇ γῆ ὑμῶν, οὕτως δουλεύσετε ἀλλοτρίοις ἐν γῇ οὐχ ὑμῶν.

Ἀναγγείλατε ταῦτα εἰς τὸν οἶκον Ἰακώβ, καὶ ἀκουσθήτω ἐν τῷ Ἰούδα.

ἀκούσατε δὴ ταῦτα, λαὸς μωρὸς καὶ ἀκάρδιος· ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ βλέπουσιν, ὦτα αὐτοῖς καὶ οὐκ ἀκούουσιν.

μὴ ἐμέ οὐ φοβηθήσεσθε; λέγει Κύριος, ἡ ἀπὸ προσώπου μου οὐκ εύλαβηθῄσεσθε; τὸν [*](U+05D0AQ)[*](11 αθετων] pr ο Q* om λεγει κς U+05D0AQ οικος bis] pr ο U+05D0Q | Ισρα- ηλ] + α΄σ΄θ΄ ?? φησι κς Qmg 12 εψευσαντο U+05D0Q εαυτων] ουτων U+05D0ΑQ oαι και 2° U+05D0 13 ημων] υμων Qᵃ vid om και U+05D0* (hab U+05D0c.a) λογον U+05D0* '-γος U+05D0c.b) om ουτως εσται αυτοις A 15 πορωθεν U+05D0* (πορρ. U+05D0iam ante c.a) | Κυριος] + θ΄ ?? εθνος αρχαιον εστιν εθνος απ αιωνος εστι Qmg ουκ ακουσει] ουκ ακουση U+05D0AQa (ουκ ουση Q*) φωνης] α΄ (ut vid) σ΄θ΄ γλωσσης Qmg |om της γλωσσης AQ 15 αυτου] +α΄θ΄ ?? ουδε μη ακουσης α λαλει (16) η φαρετρα αυτου ως ταφος ανεωγμενος Qmg 16—17 om και κατεδονται... τους ἄρτους υμων U+05D0* (hab U+05D0c.a) 16 υμων] ουτων A 17 αρτους] αγρους U+05D0c.a τα προβατα] τους μοσχους Q τους μοσχους] τα προβατα Q om υμων 5° A om και τους ελαιωνας υμῶν U+05D0* (hab U+05D0c.a) αλωησωσιν Q | πολεις 1°] +υμων Q om τας πολεις (2°) BbU+05D0AQ om υμων 9° Q αυτας (-ταις U+05D0c.a) 18 om εσται U+05D0 | om σου U+05D0 | συντελιαν U+05D0* (_λειαν U+05D0c.b) 19 ενεκεν τινος Q πανια] αποντα U+05D0ΑQ εδουλευσατε (σαν U+05D0* λσαται U+05D0c.a)] pr εγκατε)λειπετε με και Q αλλοτριοις 1°] ετεροις A om τη γη εν 2° A ουτω U+05D0 | γη 1°] pr τη Q* (om Qa) 20 Ιουδα] pr οικω Qmg + θ ?? λιγω| Qmg 21 om δη U+05D0 | ακαρδιος| +θ΄ ?? οις Qmg 22 η] μη A προσωπου] pr του)

235
τάξαντα ἄμμον ὅριον τῇ θαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται [*](Β) αὐτό, καὶ ταραχθήσεται, καὶ οὐ δυνήσεται, καὶ ἠχήσουσιν τὰ κύματα αὐτῆς καὶ οὐχ ὑπερβήσεται αὐτό.