Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἰερουσαλήμ, καὶ ἴδετε καὶ γνῶτε καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὕρητε, εἰ ἔστιν ποιῶν κρίμα καὶ ζητῶν πίστιν, καὶ ἵλεως ἔσομαι αὐτοῖς, λέγει Κύριος.

Ζῇ Κύριος, λέγουσιν· διὰ τοῦτο οὐκ ἐν ψεύδεσιν ὀμνύουσιν;

Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν· ἐμαστίγωσας αὐτοὺς καὶ οὐκ ἐπόνεσαν, συνετέλεσας αὐτοὺς καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν, ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπέρ πέτραν καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι.

καὶ ἐγὼ εἶπα Ἴσως πτωχοί εἰσιν, διότι οὐκ ἐδυνάσθησαν, ὅτι οὐκ ἔγνωσαν ὁδὸν Κυρίου καὶ κρίσιν θεοῦ·

πορεύσομαι πρὸς τοὺς ἁδροὺς καὶ λαλήσω αὐτοῖς, ὅτι αὐτοὶ ἐπέγνωσαν ὁδὸν Κυρίου καὶ κρίσιν θεοῦ· καὶ ἰδοὺ ὁμοθυμαδὸν συνέτριψαν ζυγόν, διέρρηξαν δεσμούς.

διὰ τοῦτο ἔπαισεν αὐτοὺς λέων ἐκ τοῦ δρυμοῦ, καὶ λύκος ἕως τῶν οἰκιῶν ὠλόθρευσεν αὐτούς, καὶ πάρδαλις ἐγρηγόρησεν ἐπὶ τὰς πόλεις αὐτῶν· πάντες οἱ ἐκπορευόμενοι ἀπʼ αὐτῶν θηρευθήσονται, ὅτι ἐπλήθυναν ἀσεβείας οὐτῶν, sἴσχυσαν ἐν ταῖς ἀποστροφαῖς αὐτῶν.

ποίᾳ τούτων ἵλεως γέναομαί σοι; οἱ υἱοί σου ἐνκατέλιπὸν με καὶ ὤμνυον ἐν τοῖς οὐκ οὖσιν θεοῖς· καὶ ἐχόρτασα αὐτούς, καὶ ἐμοιχῶντο καὶ ἐν οἴκοις πορνῶν κάτελυον.

ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζεν.

μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι λέγει Κύριος· ἡ ἐν ἔθνει τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχὴ μου

Ἀνάβητε ἐπὶ τοὺς προμαχῶνας αὐτῆς καὶ κατασκάψατε, συντέλειαν δὲ μὴ ποιήσητε· ὑπολίπεσθε τὰ ὑποστηρίγματα αὐτῆς, ὅτι τοῦ κυρίου [*](30 ζητουσιν] ζητησουσιν U+05D0AQ 31 φωνη] φωνης U+05D0c.a Σιων BᵇU+05D0AQ U+05D0AQ V 1 ιδετε + α΄ ?? δη Qmg ευρητε] + ανδρα U+05D0c.aQ αυτοις] αυτη Q* (-τοις Qmg) 2 improb ουκ Q? εν] επι U+05D0AQ 3 Κυριε] και A om και ουκ επονεσαν συνετελεσας αυτους U+05D0* (hab U+05D0c.a) συν ετελεσας U+05D0* συ νετ, B? παιδιαν U+05D0 (πεδ. U+05D0* παιδ. U+05D0c.b) A εστερεωσαν] εστερεωθησαν A 4 διοτι] δια τουτο A εδυνασθησαν] ηδυνασθησαν U+05D0 ηδυνηθησαν AQ 5 λαλησω] λαλη U+05D0* + σω U+05D0c.a αυτοις] προς αυτους A ιδου] + α΄θ΄ ?? αυτοι Qmg διερηξαν U+05D0* (διερρ. U+05D0c.a,c.b) 6 επαισεν] επεσεν BU+05D0 A του δρυμου] om του A ωλεθρευσεν U+05D0* (-θρεσ. U+05D0* -θρευσ. U+05D0c.a) AQ παρδαλε B*vid (-λις Bᵃᵇ) πολις U+05D0* (-λεις U+05D0c.b) θηρευθησονται] θηρευσο ται A ισχυσαν] pr και A 7 γενω- μαι] εσομε U+05D0* (-μαι U+05D0c.b) εγκατελιπον BbQa εγκατελειπον AQ* ουκ ουσιν (-σι ΚΑQ)] οικουσιν Bvid εμοιχοντο A κατελυον] κατελυοντο A κατελυοσαν Q 8 θηλυμανεις] + σ΄ ?? ελκομενοι Qmg εχρεμετιζον A 9 επι- σκεψωμαι A εκδικηση U+05D0 10 αναβησεται U+05D0* (αναβηται U+05D0c.a) κατα- σκαφετε U+05D0 | συντελιαν U+05D0* (λειαν U+05D0c.b) μη] pr ου U+05D0Α ποιησητε] incep ποιησε U+05D0* (-σηται U+05D0iam 1) ποιησετε A υπολειπεσθε AQ)

234
[*](B) εἰσίν.

ὅτι ἀθετῶν ἐθέτησεν εἰς ἐμέ, λέγει Κύριος, οἶκος Ἰσραήλ, καὶ οἶκος Ἰούδα