Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ὤμοσεν αὐτοῖς Γοδολίας καὶ τοῖς ἀνδράσιν αὐτῶν λέγων Μὴ φοβηθῆτε ἀπὸ προσώπου παίδων τῶν Χαλδαίων· κατοικήσατε ἐν τῇ γῇ καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ βέλτιον ἔσται ὑμῖν.

καὶ ἰδοὺ ἐγὼ κάθημαι ἐναντίον ὑμῶν εἰς Μασσηφὰ στῆναι κατὰ πρόσωπον τῶν Χαλδαίων οἱ ἂν ἔλθωσιν ἐφʼ ὑμᾶς· καὶ ὑμεῖς συναγάγετε οἶνον καὶ ὀπώραν καὶ ἔλαιον, καὶ βάλετε εἰς τὰ ἀγγεῖα ὑμῶν, καὶ οἰκήσατε ἐν ταῖς πόλεσιν αἷς κατεκρατήσατε.

καὶ πάντες οἱ Ἰουδαῖοι οἱ ἐν Μωὰβ καὶ ἐν υἱοῖς Ἀμμὼν καὶ οἱ ἐν τῇ Ἰδουμαίᾳ καὶ οἱ ἐν πάσῃ τῇ γῇ ἤκουσαν ὅτι ἔδωκεν βασιλεὺς Βαβυλῶνος κατάλιμμα τῷ Ἰούδα, καὶ ὅτι κατέστησεν ἐπʼ αὐτοὺς τὸν Γοδολίαν υἱὸν Ἀχεικάμ.

καὶ ἦλθον πρὸς Γοδολίαν εἰς γῆν Ἰούδα εἰς Μασσηφά, καὶ συνήγαγον οἶνον καὶ ὀπώραν πολλὴν σφόδρα καὶ ἔλαιον.

Καὶ Ἰωανὰν υἱὸς Καρῆε [*](U+05D0AQ)[*](5 Αχικαμ U+05D0AQ υιου] υιον U+05D0*A εν γη Ιουδα εις απαντα τα αγαθα εν] εις παντα τα αγαθα εν γη U+05D0* (om γη U+05D0?*) εις παντα τα αγαθα εν Q* εν γη Ι. εις π. τα αγ. Qmg πορευου] pr και A δωρα] pr εστιατοριαν και Q 6 Μασσηφαθ Q γη] η U+05D0* (γ superscr U+05D0?) 7 αυτοι] + και η δυναμεις ουτων A οι ανδρες] η δυναμις Q τπν Γ.] incep τω U+05D0* (τον Γ. U+05D0?) παρεκατεθεντο] παρεκατεθετο U+05D0* (παρακατ. U+05D0?) οτι παρεκατεθετο Q ουκ απωκισεν] κατωκισεν U+05D0 ου κατωκεισεν A Βαβυλονα U+05D0 8 ηλθον Q Γοδολιαν] Γαλαδιαν Qmg Μασσηφα] Μασηφαθ Q Ιωαναν U+05D0 Ιωανναν AQ Σαραιας U+05D0AQ Θαναεμαιθ] Ναθαναεμεθ U+05D0 αναεμεθ AQ om και 4° Q Ιωφε] Ωφε U+05D0 Ωφετ A Ιωφεθ (sub θ΄ ut vid) Qᵐᵍ Νετωφατει] Νεωφατι U+05D0 Νετωφατι Q Μοχατει] Μωχατει A Μααχαθι Q 9 παιδων] pr των U+05D0AQmg on Q* Χαλδεων U+05D0 ; item 10 | εργασασθε] εργαζεσθε A (-θαι) Q 10 εγω] καγω (εγω Qmg) om εναντιον υμων Q εις 1⁰] εν U+05D0Q | Μασηφα U+05D0Q οἱ] ος U+05D0* αν] εαν U+05D0A συναγετε (συναγαγ. Qᵃ) ελαιον] pr συναγαγετε AQ βαλετε] εμβαλετε Qᵐᵍ αγγια U+05D0AQ* οικησεται A 11 Ιουδεοι U+05D0 | om οι 2⁰ U+05D0 | Μωαβ (Μωα U+05D0*)] pr γη U+05D0AQ εν υιοις] pr οι 22A Ιδουμαια] Ιουδαια U+05D0* (Ιδ U+05D0c.a(?00 καταλιμμα (-λειμμα Ba?Q)] τα κατα- λιμματα A Αχικαμ U+05D0AQ 13 Ιωαναν Bab (superscr ι et ανα sup ras) U+05D0] Ιωανναν AQ)

337
καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ ἐν τοῖς ἀγροῖς ἦλθον πρὸς [*](B) τὸν Γοδολίαν εἰς Μασσηφὰ

καὶ εἶπαν αὐτῷ Εἰ γνώσει γινώσκεις ὅτι Βελεισὰ βασιλεὺς υἱῶν Ἀμμὼν ἀπέστειλεν πρὸς σὲ τὸν Ἰσμαὴλ πατάξαι σου ψυχήν ; καὶ οὐκ ἐπίστευσεν αὐτοῖς Γοδολίας.

καὶ Ἰωανὰν εἶπεν τῷ Γοθολίᾳ κρυφαίως ἐν Μασσηφά Πορεύσομαι δὴ καὶ πατάξω τὸν Ἰσμαήλ, καὶ μηθεὶς γνώτω, μὴ πατάξῃ σου ψυχὴν καὶ διασπαρῇ πᾶς Ἰουδὰ οἱ συνηγμένοι πρὸς σέ καὶ ἀπολοῦνται οἱ κατάλοιποι Ἰούδα.

καὶ εἶπεν Γοδολίας πρὸς Ἰωανάν Μὴ ποιήσῃς τὸ πρᾶγμα τοῦτο, ὅτι ψευδῆ σὺ λέγεις ὑπέρ Ἰσμαήλ.