Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἰερεμίαν μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ναβουζαρδὰν τὸν ἀρχιμάγειρον τὸν ἐκ Δαμάν, ἐν τῷ λαβεῖν αὐτὸν ἐν χειροπέδαις ἐν μέσῳ ἀποικίας Ἰούδα τῶν ἠγμένων εἰς Βαβυλῶνα.

Καὶ ἔλαβεν αὐτὸν ὁ ἀρχιμάγειρος καὶ εἶπεν αὐτῷ Κύριος ὁ θεός σου ἐλάλησεν τὰ κακὰ ταῦτα ἐπὶ τὸν τόπον τοῦτον,

καὶ ἐποίησεν Κύριος, ὅτι ἡμάρτετε αὐτῷ καὶ οὐκ ἠκούσατε αὐτοῦ τῆς φωνῆς.

ἰδοὺ ἔλυσά σε ἀπὸ τῶν χειροπέδων τῶν ἐπὶ τὰς χεῖράς σου· εἰ καλὸν ἐναντίον σου ἐλθεῖν μετʼ ἐμοῦ εἰς Βαβυλῶνα, καὶ θήσω τοὺς ὀφθαλμούς μου ἐπὶ σέ·

εἰ δέ μή, ἀπότρεχε, ἀνάστρεψον πρὸς τὸν Γοδολίαν [*](ημερα εκεινη (11) κ ενετειλατο Ναβουχοδονοσορ βασιλευς Βαβυλωνος προς U+05D0AQ Ιερεμιαν εν χειρι Ναβουζαρδαν του αρχμαγιρου λεγων (12) λαβε αυτο| και τους οφθαλμους σου θες επ αυτον κ μη ποιησης αυτω μηδεν κακον οτι αλλ η καθοτι εαν λαληση προς σε ουτως ποιησον μετ αυτου (13) κ απεστειλεν Ναβουζαρδαν ο αρχιμαγιρος κ Ναβουσαζαβαν Ραβσαρις και Νηργελ Σαρασαρ Ροβομογ Qmg 14 συλης] αυτης U+05D0* τον Γοδολιαν] om τον AQ | Αχικαμ U+05D0AQ υιου] υιον A εκαθισεν] εκαθισαν A (-θεισ.) Q 15 εν τη αυλη] pr α΄θ΄ ?? οντος αυτου συνεχομενου Qᵐᵍ 16 Εθιοπαν U+05D0* ¦ επι την πολιν] εις την γην A αγαθα] + ?? κ εσονται κατα προσωπο| σου εν τη ημερα εκεινη Qᵐᵍ 17 om μη U+05D0Q | δωσω] παραδωσω A χειρας] pr τας U+05D0 | των ανθρωπων] om των A 18 επεποιθεις] πεποιθεις U+05D0 XLVII 1 γενα- μενος A προς Ιερεμιαν παρα κυ Q μετα] pr υστερον AQ τον εκ Δαμαν] εκ Ραμα A εκ Δραμα Q εκ Ρεμαθ Qmg εν τω λαβεον] οτι ελαβο| Qmg | αυτον 2⁰] + α΄σ΄ ?? δεδεμενον Qmg αποικιας (-κειας U+05D0)] pr πασης Qmg | Ιουδα] Ιλημ Qmg ηγμενων] απαγομενω| A αγομενων Q 2 αυτον] αυτο A | om σου A ελαλησεν] εχρηματισεν Qᵐᵍ 3 ημαρτετε] ημαρτητε B* ᵛⁱᵈ (ε 1 sup ras B?) A ηκουσατε] εισηκουσατε A της φωνης αυτου AQ + α΄θ΄ ?? και εγενηθη υμιν το ρημα τουτο (4) και νῦ| Qᵐᵍ 4 επι 1⁰] υπο A | και θησω] pr ηκε U+05D0Q ηκε θησω A σε 2⁰] σοι U+05D0Q + κ ει πονηρον εν οφθαλμοις σου ελθειν μετ εμου εις Βαβυλωνα (??) παυσοι ιδου πασα η γη εναντιο| σου εις αγαθον κ εις το ευθες πορευθηναι εκει πορευου Qᵐᵍ 5 ει δε μη απο- τρεχε αναστρεψον] ει δε μη αποτρεχε (αποστρεχε U+05D0*) και αναστρεψον (-στρεφε Qmg) U+05D0Q ει δε μη αποστρεψον και αποτρεχε A ?? κ πριν η απαλλαγω εγω ετι εμου ουκ επιστρεψεις αποτρεχε συ Qmg τον Γοδολιαν] om τον U+05D0AQ )

336
[*](B) υἱὸν Ἀχεικὰμ υἱοῦ Σαφάν, ὃν κατέστησεν βασιλεὺς Βαβυλῶνος ἐν γῇ Ἰούδα, καὶ οἴκησον μετʼ αὐτοῦ ἐν μέσῳ τοῦ λαοῦ ἐν γῆ Ἰούδαεἰς ἅπαντα τὰ ἀγαθὰ ἐν ὀφθαλμοῖς σου τοῦ πορευθῆναι, πορεύου. καὶ ἔδωκεν αὐτῷ ὁ ἀρχιμάγειρος δῶρα καὶ ἀπέστειλεν αὐτόν.

καὶ ἦλθεν πρὸς Γοδολίαν εἰς Μασσηφά, καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ τοῦ καταλειφθέντος ἐν τῇ γῆ.

Καὶ ἤκουσαν πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως τῆς ἐν ἀγρῷ, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησεν βασιλεὺς Βαβυλῶνος τὸν Γοδολίαν ἐν τῇ γῆ, καὶ παρεκατέθεντο αὐτῷ ἄνδρας καὶ γυναῖκας αὐτῶν οὓς οὐκ ἀπῴκισεν εἰς Βαβυλῶνα.

καὶ ἦλθεν πρὸς Γοδολίαν εἰς Μασσηφὰ Ἰσμαὴλ υἱὸς Ναθανίου καὶ Ἰωνὰν υἱὸς Καρῆε καὶ Σαραιὰ υἱὸς Θαναέμαιθ καὶ υἱοὶ Ἰωφὲ τοῦ Νετωφατεὶ καὶ Ἰεζονίας υἱὸς τοῦ Μοχατεί, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν.