Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἶπεν Ἰερεμίας τῷ βασιλεῖ Τί ἠδίκησά σε καὶ τοὺς παῖδάς σου καὶ τὸν λαὸν τοῦτον, ὅτι σὺ δίδως με εἰς οἰκίαν φυλακῆς

καὶ ποῦ εἰσιν οἱ προφῆται ὑμῶν οἱ προφητεύσαντες ὑμῖν λέγοντες [*](U+05D0AQ)[*](9 απελευσονται] α΄σ΄ πορευσονται Qmᵍ Χαλδεοι U+05D0 10 δυνα- μιν] pr την Q Χαλδεων U+05D0: item 11 καταλειφθωσι Q* τω τοπω] om τω A ουτοι] οτι αυτοι A αναστησουσιν U+05D0* (-σονται U+05D0?) καυσουσιν] incep καυσι U+05D0* 11 οτε] ως Q | απο 1⁰] επι AQmg 12 Ιηρεμιας A | του πορευθηναι] του πορευεσθαι ( σθη U+05D0* -σθαι U+05D0c.b) U+05D0 om του Q εκειθεν] + αρτον U+05D0c.a ᵐᵍ Qᵐᵍ 13 κατελυσεν AQ Σαρουιας U+05D0Α Αρουιας Q υιου] υιος U+05D0 | Χαλδεους U+05D0: item 14 14 ουκ εις] ουχι προς U+05D0AQ | εισηκουσεν] ηκουσεν U+05D0AQ Σαρουιας U+05D0A Ιαρουιας Q* Αρ. Qᵃ 15 αυτον 2⁰] + α΄θ΄ ?? εις οικο| φυλακης Qmg οικειαν bis U+05D0* (-κιαν Bb) Ιωναθαν U+05D0ΑQ | οικιαν 2⁰] οικον A φυλακης] pr της U+05D0* (improb U+05D0c.a (?)) 16 και 1⁰] οτι U+05D0* (και U+05D0c.a (?)) ηλθεν.. .χερεθ] ?? εισηλθεν Ιερεμιας εις τον οικον του λακκου κ εις τον συγκλεισμον Qmg οικιαν] τον οικον Q χερεθ] χαρεθ U+05D0 17 Σεδεκιας U+05D0 και εκαλεσεν αυτον] sub ?? Qª αυτον 1⁰] incep αυτα U+05D0* ηρωτα] ηρω- τησεν ?? επηρωτησεν A ο βασιλευς (-λες U+05D0*)] om A οι βασιλεις Q* (ο βασι- λευς Qa) + ?? εν τη οικια αυτου Qmg om ειπειν U+05D0AQ ο λογος παρα Κυριου] λογος θυ U+05D0* λ. παρα θυ U+05D0c.a λογος κυ A λσγος παρα κυ Q | ειπεν| + αυτω AQ + Ιερεμιας Qᵐᵍ εστιν 2⁰] + α΄σ΄ ?? κ ειπε Qmg 18 Ιηρεμιας A | βασιλει] + α΄ ?? Σεδεκια Qmg συ] σοι φυλακης] pr της A 19 προφη- τευοντες A)

331
ὅτι Οὐ μὴ ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν γῆν ταύτην;

καὶ νῦν, [*](B) κύριε βασιλεῦ, πεσέτω τὸ ἔλεός μου κατὰ πρόσωπόν σου· καὶ τί ἀποστρέφεις με εἰς οἰκίαν Ἰωναθὰμ τοῦ γραμματέως, καὶ οὐ μὴ ἀποθάνω ἐκεῖ ;

καὶ συνέταξεν ὁ βασιλεύς, καὶ ἐνεβάλοσαν αὐτὸν εἰς οἰκίαν τῆς φυλακῆς, καὶ ἐδίδοσαν αὐτῷ ἄρτον ἕνα τῆς ἡμέρας ἔξωθεν οὗ πέσσουσιν, ἕως ἐξέλιπον οἱ ἄρτοι ἐκ τῆς πόλεως· καὶ ἐκάθισεν Ἰερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς.

Καὶ ἤκουσεν Σαφανίας υἱὸς Ναθὰν καὶ Γοδολίας υἱὸς Πασχὼρ καὶ Ἰωαχὰλ υἱὸς Σελεμίου τοὺς λόγους σὓς Ἰερεμίας ἐλάλει ἐπὶ τὸν λαὸν λέγων

Οὕτως εἶπεν Κύριος Ὁ κατοικῶν ἐν τῇ πολει ταύτῃ ἀποθανεῖται ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ, καὶ ὁ ἐκπορευόμενος πρὸς τοὺς Χαλδαίους ζήσεται, καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς εὕρεμα καὶ ζήσεται.

ὅτι οὕτως εἶπεν Κύριος Παραδιδομένη παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας δυνάμεως βασιλέως Βαβυλῶνος, καὶ συλλήμψεται αὐτήν.

καὶ εἶπαν τῷ βασιλεῖ Ἀναιρεθήτω δὴ ὁ ἄνθρωπος ἐκεῖνος, ὅτι αὐτὸς ἐκλύει τὰς χεῖρας τῶν ἀνθρώπων τῶν πολεμούντων τῶν καταλειπομένων ἐν τῇ πόλει καὶ τὰς χεῖρας παντὸς τοῦ λαοῦ, λαλῶν πρὸς αὐτοὺς κατὰ τοὺς λόγους τούτους, ὅτι ὁ ἄυθρωπος οὗτος οὐ χρησιμολογεῖ εἰρήνην τῷ λαῷ τούτῳ ἀλλʼ ἢ πονηρά.