Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐβασίλευσεν Σεδεκίας υἱὸς Ἰωσεία ἀντὶ Ἰωακείμ, ὃν ἐβασίλευσεν Ναβουχοδονοσὸρ βασιλεύειν τοῦ Ἰούδα.

καὶ οὐκ ἤκουσαν αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ὁ λαὸς τῆς γῆς τοὺς λόγους Κυρίου οὓς ἐλάλησεν ἐν χειρὶ Ἰερεμίου.

καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σεδεκίας τὸν Ἰωαχὰλ υἱὸν Σελεμίου καὶ τὸν Σοφονίαν υἱὸν Μαασαίου τὸν ἱερέα πρὸς Ἰερεμίαν λέγων Πρόσευξαι δὴ περὶ ἡμῶν πρὸς Κύριον.

καὶ Ἰερεμίας ἦλθεν καὶ διῆλθεν διὰ μέσου τῆς πόλεως, καὶ οὐκ ἔδωκαν αὐτὸν εἰς οἶκον τῆς φυλακῆς.

καὶ δύναμις Φαραὼ ἐξῆλθεν ἐξ Αἰγύπτου, καὶ ἤκουσαν οἱ Χαλδαῖοι τὴν ἀκοὴν αὐτῶν, καὶ ἀνέβησαν ἐπὶ Ἰερουσαλήμ.

καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰερεμίαν λέγων

Οὕτως εἶπεν Κύριος Οὕτως ἐρεῖς πρὸς βασιλέα Ἰούδα τὸν ἀποστείλαντα πρὸς σὲ τοῦ ἐκζητῆσαί με Ἰδοὺ δύναμις Φαραὼ ἡ ἐξελθοῦσα ὑμῖν εἰς βοήθειαν ἀποστρέψουσιν εἰς γῆν Αἰγύπτου,

καὶ ἀναστρέψουσιν αὐτοὶ οἱ Χολδαῖοι καὶ πολεμήσουσιν ἐπὶ τὴν πόλιν ταύτην, καὶ συλλήμψονται αὐτὴν καὶ καύσουσιν αὐτὴν πυρί.

ὅτι οὕτως εἶπεν [*](30 θρονον A εσται το θν. αυτου Q ερριμμενον Bᵃ (fort) ᵇ ρεριμμενον A U+05D0AQ 31 επι 1⁰| incep εο U+05D0* αυτον 2°] αυτους U+05D0AQ* (-τον Qmg) γην Ιουδα] την Ιδουμαιαν U+05D0* την Ιουδαιαν U+05D0c.a την γην Ιουδα Q προς] επ AQ 32 αυτω 1⁰] αυτου Q απαντας] παντας U+05D0 | ους] ου U+05D0 | ετι] επι τι U+05D0* XLIV 1 Ιωσια BᵇU+05D0A Ιωσιου Q Ιωακειμ] pr Ιεχονιου υιου AQ Ναβουχοδονοσορ (Ναβουχορδ. B)] + βασιλεως Βαβυλωνος AQ 2 ηκουσεν U+05D0Q 3 Ιωαχαλ] Ιωαχαχ U+05D0* Ιωαχας U+05D0c.aAQ Σελεμιου] Σεδεκιου U+05D0 | Μαασαιου] Μνασαιου Bᵃᵇ Μασαιου A ιερεα sup ras Aª (Ιερεμιαν A*) Ιερεμιαν] + παντες ?? τον προφητη| Qᵐᵍ om δη Q 4 διηλθεν και ηλθεν Q δια μεσου] ανα μεσον AQ εδωκαν (εδ sup ras Bᵇ fort)] απηγαγον Q οικον της φυλακης] οικιον της φ. U+05D0 φυλακην Q 5 δυναμιν U+05D0* επι] απο U+05D0c.a AQ 6 tit in A 7 βασι- λεα] pr τον Q τον αποστειλαντα] τον αποστελλοντα U+05D0 | του εκζητ.] om του A με] σε U+05D0* (με U+05D0c.a (?)) υμιν] ημιν A βοηθιαν U+05D0 | αποστρεψωσιν Q* (-ψουσιν Qᵃ) om εις γην Αιγυπτου U+05D0* (hah U+05D0c.a (?) ᵐᵍ inf) 8 om και αναστρεψουσιν U+05D0* (hab U+05D0c.a (?)ᵐᵍ inf) αυτοι] om A sub ?? Qᵃ Χαλδεοι U+05D0 | κα πολεμησουσιν επι την πολιν] οι πολεμουντες την γην A συνλημψ. U+05D0 συλληψ Qa καυσουσιν] κατακαυσουσιν Q πυρι] pr εν AQ 9 om οτι 1⁰ U+05D0 )

330
[*](B) Κύριος Μὴ ὑπολάβητε ταῖς ψυχαῖς ὑμῶν λέγοντες Ἀποτρέχοντες ἀπελεύσονται ἀφʼ ἡμῶν οἱ Χαλδαῖοι, ὅτι οὐ μὴ ἀπέλθωσιν,

καὶ ἐὰν πατάξητε πᾶσαν δύναμιν τῶν Χαλδαίων τοὺς πολεμοῦντας ὑμᾶς, καὶ καταλειφθῶσίν τινες ἐκκεκεντημένοι, ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ οὗτοι ἀναστήσονται καὶ καύσουσιν τὴν πόλιν ταύτην ἐν πυρί.

Καὶ ἐγένετο ὅτε ἀνέβη ἡ δύναμις τῶν Χαλδαίων ἀπὸ Ἰερουσαλὴμ ἀπὸ προσώπου τῆς δυνάμεως Φαραώ,

ἐξῆλθεν Ἰερεμίας ἀπὸ Ἰερουσαλὴμ τοῦ πορευθῆναι εἰς γῆν Βενιαμεὶν τοῦ ἀγοράσαι ἐκεῖθεν ἐν μέσῳ τοῦ λαοῦ.