Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ὁ λόγος ὁ γενόμενος πρὸς Ἰερεμίαν παρὰ Κυρίου· καὶ Ναβουχοδονοσὸρ [*](B) βασιλεὺς Βαβυλῶνος καὶ πᾶν τὸ στρατόπεδον αὐτοῦ καὶ πᾶσα ἡ γῆ ἀρχῆς αὐτοῦ ἐπολέμουν αὐτὸν ἐπὶ Ἰερουσαλὴμ καὶ ἐπὶ πάσας τὰς πόλεις Ἰούδα, λέγων

Οὕτως εἶπεν Κύριος Βάδισον πρὸς Σεδεκίαν βασιλέα Ἰούδα καὶ ἐρεῖς αὐτῷ Οὕτως εἶπεν Κύριος Παραδόσει παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ συλλήμψεται αὐτὴν καὶ καύσει αὐτὴν ἐν πυρί,

καὶ σὺ οὐ μὴ σωθῇς ἐκ χειρὸς αὐτοῦ, καὶ συλλήμψει συλλημφθήσει καὶ εἰς χεῖρας αὐτοῦ δοθήσει, καὶ ὀφθαλμοί σου τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται, καὶ εἰς Βαβυλῶνα εἰσελεύσει.

ἀλλὰ ἄκουσον τὸν λόγον Κυρίου, Σεδεκία βασιλεῦ Ἰούδα Οὕτως λέγει Κύριος

Ἐν εἰρήνῃ ἀποθανῇ· καὶ ὡς ἔκλαυσαν τοὺς πατέρας σου τοὺς βασιλεύσαντας πρότερόν σου, κλαύσονται καὶ σέ, καὶ ἕως ᾅδου κόψονταί σε· ὅτι λόγον ἐγὼ ἐλάλησα, εἶπεν Κύριος.

καὶ ἐλάλησεν Ἰερεμίας πρὸς τὸν βασιλέα Σεδεκίαν πάντας τοὺς λόγους τούτους ἐν Ἰερουσαλήμ.

[*]((20) ταδε λεγει κς ει διασκεδασετε (σ΄ εαν διασκεδασετε) την διαθηκην μου U+05D0AQ την ημεραν κ την διαθηκην μου την νυκτα του μη ειναι ημερα| κ νυκτα εν καιρω αυτω·| (21) κ γε η διαθηκη μου διασκεδασθησεται μετα Δαδ του δουλου μου του μη ειναι αυτω υιον βασιλευοντα επι τον θρονο| αυτου κ η προς τους Λευιτας τους ιερεις τους λειτουργουντας μοι (22) ως ουκ εξαριθμηθησεται η δυναμις του ουνου ουδε εκμετρηθησεται η αμμος της θαλασσης ουτως πληθυνω το σπερμα Δαδ του δουλου μου κ τους Λευιτας τους λειτουργου| τας μοι (23) κ εγενετο λογος κυ προς Ιερεμιαν λεγω| (24) αρα γε ουκ ιδες τι ο λαος ουτος ελαλησαν λεγοντες αι δυο πατριαι ας εξελεξατο κς εν αυταις κ ιδου απωσατο αυτους κ τον λαον μου παρωξυναν του μη ειναι ετι εθνος ενωπιον μου (25) ταδε λεγει κς ει μη τη| διαθηκην μου ημερας κ νυκτος ακριβασματα ουνου κ γης ουκ εταξα (26) κ γε το σπερμα Ιακωβ κ Δαδ του δουλου μου αποδοκιμω του μη λαβειν εκ του σπερματος αυτου αρχοντα προς το σπερμα Αβρααμ κ Ισαακ κ Ιακωβ οτι επιστρεψω την επιστροφην ουτων κ οικτειρησω αυτους Qmg XLI 1 γεναμενος A προς Ιερεμιαν (Ιερεαν U+05D0* Ιερεμ. Bᵃb) παρα Κυριου] παρα κυ προς Ιερεμιαν U+05D0 | om και πασα η γη αρχης αυτου Q* (hab κ πασαι αι βασιλειαι της γης αρχης αυτου κ πα| τες οι λαοι Qmg |om αυτον U+05D0AQ πολις U+05D0* 2 παραδοσει] παραδοθει A | συλημψεται U+05D0* συλληφ. BᵇQᵃ | om και καυσει αυτην Q* (hab Qmᵍ) 3 om συ U+05D0 | χι- ρους U+05D0* χειρους U+05D0? αυτου 1⁰] ουτων A συλληψει Bᵇ)ᵃ | συλληφθηση U+05D0A συλληφθησει Qa -ση Bᵇ om και εις χ. αυτου δοθησει A | δοθηση BᵇU+05D0Q) οφθαλμοι] pr οι U+05D0AQ αυτου 3⁰] ουτων U+05D0 | οψονται] + και [ + το Q] στομα αυτου μετα του στοματος σου λαλησει AQ | εισελευση Bᵇ U+05D0AQ 4 Κυριος] + ουκ αποθανη εν ρομφαια Q 5 πατερας] πρς A* πρας Aᵃ? βασιλευσντας (sic) U+05D0* σε 1⁰] + ω κυριε AQ* (ουαι pro ω Qmg) αδου] + ω κε κοψονται Bᵃ ᵐᵍ (non inst κοψ ονται Bb) κοψονται] κλαυσονται A | λογον] μεγαλα Qmg om εγω AQ* (hab post ελαλ. sub ?? Qmg) 6 Ιηρεμιας U+05D0* (Ιερ. Bᵃᵇ) Ιερεμειας U+05D0 + ?? ο προφητης Qᵐᵍ τον βασιλεα] om τον U+05D0AQ | τουτου U+05D0* (τουτους U+05D0c.a(?)) )
322
[*](B)

καὶ ἡ δύναμις βασιλέως Βαβυλῶνος ἐπολέμει ἐπὶ Ἰερουσαλὴμ καὶ ἐπὶ τὰς πόλεις Ἰούδα καὶ ἐπὶ Λαχεὶς καὶ ἐπὶ Ἀζηκά , ὅτι αὗται κατελείφθησαν ἐν πόλεσιν Ἰούδα πόλεις ὀχυραί.

Ὁ λόγος ὁ γενόμενος πρὸς Ἰερεμίαν παρὰ Κυρίου μετὰ τὸ συντελέσαι τὸν βασιλέα Σεδεκίαν διαθήκην πρὸς τὸν λαὸν τοῦ καλέσαι ἄφεσιν,

τοῦ ἐξαποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, τὸν Ἐβραῖον καὶ τὴν Ἐβραίαν, ἐλευθέρους. πρὸς τὸ μὴ δουλεύειν ἄνδρα ἐξ Ἰούδα.

καὶ ἐπεστράφησαν πάντες οἱ μεγιστᾶνες καὶ πᾶς ὁ λαὸς οἱ εἰσελθόντες ἐν τῇ διαθήκῃ τοῦ ἀποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ τὴν παιδίσκην αὐτοῦ, καὶ ἐῶσαν

αὐτοὺς εἰς παῖδας καὶ παιδίσκας.

καὶ ἐγενήθη λόγος Κυρίου πρὸς Ἰερεμίαν λέγων

Οὕτως εἶπεν Κύριος Ἐγὼ ἐθέμην διαθήκην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾖ ἐξειλάμην αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας, λέγων