Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐγενετο λόγος Κυρίου πρὸς Ἰερεμίαν δεύτερον, καὶ αὐτὸς ἦν ἔτι δεδεμένος ἐν τῇ αὐλῇ τῆς φυλακῆς, λέγων

Οὕτως εἶπεν Κύριος, ποιῶν γῆν καὶ πλάσσων αὐτὴν τοῦ ἀνορθῶσαι αὐτήν, Κύριος ὄνομα αὐτῷ

Κέκραξον πρὸς μέ καὶ ἀποκριθήσομαί σοι, καὶ ἀπαγγελῶ σοι μεγάλα καὶ ἰσχυρὰ ἃ οὐκ ἔγνως αὐτά.

ὅτι οὕτως εἶπεν Κύριος περὶ οἴκων τῆς πόλεως ταύτης καὶ περὶ οἴκων βασιλέως Ἰούδα τῶν καθῃρημένων εἰς χάρακας καὶ προμαχῶνας,