Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

φωνὴ ὡς ὄφεως συρίζοντος, ὅτι ἐν ἄμμῳ πορεύονται, ἐν ἀξίναις ἥξουσιν ἐπʼ αὐτήν·

ὡς κόπτοντες ξύλα ἐκκόψουσιν τὸν δρυμὸν αὐτῆς, λέγει Κύριος, ὅτι οὐ μὴ εἰκασθῇ, ὅτι πληθύνει ὑπέρ ἀκρίδα καὶ οὐκ ἔστιν αὐτοῖς ἀριθμός.

κατῃσχύνθη ἡ θυγάτηρ Αἰγύπτου, παρεδόθη εἰς χεῖρας λαοῦ ἀπὸ βορρᾶ.

ἰδοὺ ἐγὼ ἐκδικῶ τὸν Ἀμμὼν τὸν υἱὸν αὐτῆς ἐπὶ Φαραὼ καὶ ἐπὶ τοὺς πεποιθότας ἐπʼ αὐτῷ.

σὺ δὲ μὴ φοβηθῇς, δοῦλός μου Ἰακώβ, μηδέ πτοηθῇς, Ἰσραήλ· διότι ἰδοὺ ἐγὼ σώζων σε μακρόθεν καὶ τὸ σπέρμα σου ἐκ τῆς αἰχμαλωσίας αὐτῶν· καὶ ἀναστρέψει Ἰακὼβ καὶ ἡσυχάσει καὶ ὑπνώσει, καὶ οὐκ ἔσται ὁ παρενοχλῶν αὐτόν.

μὴ [*](15 Κυριος] pr ο A 16 om και 1° Q? | επεσεν U+05D0Q επεσον A | προς τον U+05D0AQ πλησιον] τω πλησιον Q | ελαλουν AQ | αναστρεψωμεν (αναστρψ. U+05D0* )] απο- στρεψ ωμεν A | προς 2°] εις A | τον λαον] om τον Q | ημων 1°] υμων U+05D0* (ημ. U+05D01 (vid)) | om εις την πατρ. ημων A | εις] pr και U+05D0c. ᵃQ 17 Αιγυπου U+05D0* | Εσβι AQ 18 om ο θεος Q | ορεσι BᵇQ | ο εν τη θαλ.] om ο U+05D0AQ 19 αποικισμου (-κισ μου U+05D0* -κι|σμ. B?)] αποικιασμου U+05D0 | σεαυτω U+05D0* | καταοικουσα U+05D0* | θυγατηρ U+05D0 | δια] παρα Q 21 ωσπερ] ως Q | αυτη 2°] η sup ras Aa | αυτοι] ουτοι (ο sup ras) Aᵃ | απωλιας U+05D0 | αυτους] αυτοις A 22 φωνηl + αυτης Q (sup ?? Q?) | συριζοντος] ο 2° sup ras Aᵃ (-τες A*vid) | αμμω| U+05D0vid | πορευσονται U+05D0AQ 23 εκκοψουσιν] εκκοψατε Q | Κυριος] ο θς U+05D0 + ο θς AQ | πληθυνει] επληθυνεν A | ακριδας A | αυτοις] αυτω U+05D0 24 κατεσχυνθη U+05D0* (καταισχ. U+05D0c.a) | η θυγατηρ] om η U+05D0Q 25 ιδου] pr α΄θ΄ ?? ειπε κς των δυναμεων ο θς lηλ Qmg | τον υιον] om τον Q | Φαραω] + ?? ӄ επ Αιγυπτο] ӄ επι τους θεους αυτης ӄ επι τους βασιλεις αυτης και επι Φαραω Qmg | αυτω] + θ΄ ?? (26) ӄ παραδωσω αυτους εν χειρι ζητουντω| ψυχην αυτω| ӄ εν χειρι Ναβουχοδονοσορ βασιλεως Βαβυλωνος ӄ εν χειρι τω| δουλων αυτου ӄ μετα ταυτα κατασκηνωσει καθως εμπροσθεν λεγει κς Qᵐᵍ 27 δουλους U+05D0* | om διοτι ιδου εγω A* | διοτι] οτι Q | om ιδου U+05D0* (superscr U+05D0c. ᵃ) Aᵃ | σωζω U+05D0AQ | της αιχμ.] γης αιχμ. Q | om υπνωσει και U+05D0* (hab υπνωσι ӄ U+05D0c.a (vid)) | αυτον] αυτω U+05D0 28 μη 1°] pr και συ AQ)

280
[*](B) φοβοῦ, παῖς μου Ἰακώβ, λέγει Κύριος, ὅτι μετὰ σοῦ ἐγὼ εἰμι· ἡ ἀπτόητος καὶ τρυφερὰ παρεδόθη· ὅτι ποιήσω συντέλειαν ἐν παντὶ εἰς οὓς ἐξῶσά σε ἐκεῖ, σὲ δὲ οὐ μὴ ποιήσω ἐκλιπεῖν· καὶ παιδεύσω σε εἰς κρίμα, καὶ ἀθῷον οὐκ ἀθῳώσω σε.

Λόγος Κυρίου ὃν ἐλάλησεν ἐπὶ Βαβυλῶνα.

Ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν καὶ ἀκουστὰ ποιήσατε καὶ μὴ κρύψητε· εἴπατε Ἑάλωκεν Βαβυλών, κατῃσχύνθη Βῆλος ἡ ἀπτόητος, ἡ τρυφερὰ παρεδόθη Μαιωδάκ.

ὅτι ἀνέβη ἐπʼ αὐτὴν ἔθνος ἀπὸ βορρᾶ· οἶτος θήσει τὴν γῆν αὐτῆς εἰς ἀφανισμόν, καὶ οὐκ ἔσται ὁ κατοικῶν ἐν αὐτῇ ἀπὸ ἀνθρώπου καὶ ἕως κτήνους.

ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἥξουσιν οἱ υἱοὶ Ἰσραήλ, αὐτοὶ καὶ οἱ υἱοὶ Ἰούδα ἐπὶ τὸ αὐτὸ βαδίζοντες καὶ κλαίοντες πορεύσονται, τὸν κύριον θεὸν αὐτῶν ζητοῦντες.

ἕως Σειὼν ἐρωτήσουσιν τὴν ὁδόν, ὦδε γὰρ τὸ πρόσωπον αὐτῶν δώσουσιν, καὶ ἥξουσιν καὶ καταφεύξονται πρὸς Κύριον τὸν θεόν· διαθήκη γὰρ αἰώνιος οὐκ ἐπιλησθήσεται.

Πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου, οἱ ποιμένες αὐτῶν ἐξῶσαν αὐτούς, ἐπὶ τὰ ὄρη ἀπεπλάνησαν αὐτούς, ἐξ ὄρους ἐπὶ βουνὸν ᾤχοντο, ἐπελάθοντο κοίτης αὐτῶν.

πάντες οἱ εὑρίσκοντες αὐτοὺς κατανάλισκον αὐτούς· οἱ ἐχθροὶ αὐτῶν εἶπαν Μὴ ἀνῶμεν αὐτούς, ἀνθʼ ὧν ἥμαρτον τῷ κυρίῳ· νομὴ δικαιοσύνης τῷ συναγαγόντι τοὺς πατέρας αὐτῶν.

ἀπαλλοτριὼθητε ἐκ μέσου Βαβυλῶνος καὶ ἀπὸ γῆς Χαλδαίων καὶ ἐξέλθατε, καὶ γένεσθε ὥσπερ δράκοντες κατὰ πρόσωπον προβάτων.

ὅτι ίδοὺ ἐγὼ ἐγείρω ἐπὶ Βαβυλῶνα συναγωγὰς ἐθνῶν ἐκ γῆς βορρᾶ, καὶ παρατάξονται αὐτῇ· ἐκεῖθεν ἁλώσεται, ὡς βολὶς [*](U+05D0AQ)[*](28 φοβου] φοβηθης Q | ειμι εγω Q | συντελιαν U+05D0 | παντι] + εθνει BaᵇU+05D0AQ | εις ους] ου U+05D0 | σε 2° sup ras Bᵃ et b (vid)) | εκλειπειν U+05D0c.a A | κριμα] κρισιν A | αθωον] αθοων U+05D0Q* XXVII 1 λογος] pr ο U+05D0AQ | om Κυριου AQ | ελαλησεν] + κς AQ | Βαβυλωνα] + α΄ ?? προς γην Χαλδαιω| εν χειρι Ιερεμιου του προφητου Qmg 2 εθεσιν U+05D0* (εθν. U+05D0?) | και 1°] επαρατε σημειο| ακουστον ποιησατε Qᵐᵍ | Βηλος] Βηλ U+05D0AQ | παρδοθη U+05D0* (παρεδ. Bᵃᵇ) | Μαιωδακ (Μεωδαχ U+05D0AQ adnot τυχη της πολεως Qᵐᵍ)] + θ΄ ?? ησχυνθησᾱ| τα ειδωλα αυτης ησχῡ|θησαν τα βδελυγματα αυτης Qᵐᵍ 3 αυτην] αυτη A* (superscr ν A¹ fort) | αυτης] η sup ras Aᵃ | om και 2° AQ | κτηνους] + α΄ ?? εσαλευθησα| απηλθον Qmg 4 εν 1°] pr και U+05D0 | ημερας U+05D0* | Ισραηλ] Ιαλωβ A | om αυτοι A | τον κυριον] κν τον U+05D0Q 5 Σιων BᵇU+05D0AQ pr εις U+05D0A καταφευξοται] ξ sup ras Aᵃ | τον θεον] om Q om τον U+05D0A | δαθηκη U+05D0* 6 επελαθεντο U+05D0A 7 om καταναλισκον αυτους U+05D0* (hab U+05D0c.a (ᵐᵍ)) | κατανηλισκον BᵃᵇU+05D0c.a Qᵃ | ειπον U+05D0 | ημαρτοσαν Q 8 απηλλοτριωθητε A | Χαλδεων U+05D0 | εξελθετε Qa | κατα προσ. προβατων] σ΄ εμπροσθεν ποιμνιων Qmg 9 βορραν U+05D0* αλωσονται A | ως...συνετου] α΄ τα βελη αυτου ως γιγας ατεκνω| σ΄ τα β. αυτ. ως δυνατου συνετου Qmg)

281
μαχητοῦ συνετοῦ οὐκ ἐπιστρέψει κενή.

καὶ ἔσται ἡ Χαλδαία εἰς [*](B) προνομήν, πάντες οἱ προνομεύοντες αὐτὴν ἐνπλησθήσονται.

ὅτι ηὐφραίνεσθε καὶ κατεκαυχᾶσθε διαρπάζοντες τὴν κληρονομίαν μου, διότι ἐσκιρτᾶτε ὡς βοίδια ἐν βοτάνῃ, καὶ ἐκερατίζετε ὡς ταῦροι.

ᾐσχύνθη ἡ μήτηρ ὑμῶν σφόδρα. μήτηρ ἐπʼ ἀγαθά, ἐσχάτη ἐθνῶν, ἔρημος,

ἀπὸ ὀργῆς Κυρίου οὐ κατοικηθήσεται· καὶ ἔσται εἰς ἀφανισμὸν πᾶσα, καὶ πᾶς ὁ διοδεύων διὰ Βαβυλῶνος σκυθρωπάσει, καὶ συριοῦσιν ἐπὶ πᾶσαν τὴν πληγὴν αὐτῆς.

παρατάξασθε ἐπὶ Βαβυλῶνα κύκλῳ πάντες τείνοντες τόξον, τοξεύσατε ἐπʼ αὐτήν, μὴ φείσησθε ἐπὶ τοῖς τοξεύμασιν ὑμῶν,