Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐν ἀρχῇ βασιλεύοντος Σεδεκίον βασιλέως ἐγένετο ὁ λόγος οὗτος περὶ Αἰλάμ.

Τῇ Αἰγύπτῳ ἐπὶ δύναμιν Φαραὼ Νεχαὼ βασιλέως Αἰγύπτου, ὃς ἦν ἐπὶ τῷ ποταμῷ Εὐφράτῃ ἐν Χαρμείς, ὃν ἐπάταξε Ναβουχοδονόσορ βασι λεὺς Βαβυλῶνος ἐν τῷ ἔτει τῷ τετάρτῳ Ἰωακεὶμ βασιλέως Ἰούδα.

Ἀναλάβετε ὅπλα καὶ ἀσπίδας, καὶ προσαγάγετε εἰς πόλεμον,

καὶ ἐπισάξατε τοὺς ἵππους· ἐπίβητε, οἱ ἱππεῖς, καὶ κατάστητε ἐν ταῖς περικεφαλαίαις ὑμῶν, προσβάλετε τὰ δόρατα καὶ ἐνδύσασθε τοὺς θώρακας ὑμῶν.

τί ὅτι αὐτοὶ πτοοῦνται καὶ ἀποχωροῦσιν εἰς τὸ ὀπίσω; [*](12 εβδομηκοντα] pr τα BᵃᵇU+05D0AQ | εκδικησω] + α΄θ΄ ?? επι το| βασιλεα Βαβυ- U+05D0AQΓ λωνος ӄ επι Qmg | εκεινο] + φησιν κς AQ | αυτους] αυτο U+05D0 13 επαξω] πα- ταξω A | om γην U+05D0* (superscr Bᵃᵇ) παντας] απαντας A | πανια] pr α΄ ?? συν Qᵐᵍ 14 Ιηρεμιας A | τα εθνη] om τα U+05D0* Αιλαμ] + εν αρχη βασιλεως Σεδε- κιου βασιλεως Ιουδα λεγων Q 15 συνετριβη] συντριβητω U+05D0AQ | το τοξον] om το U+05D0 | αρχη] pr και Q | δυναστιας U+05D0 16 Ελαμ U+05D0* (Αιλ U+05D0c.a, c.b (vid)) : item 18, 19 | τασσαρας U+05D0* (τεσσ. U+05D0c.a, c.b (vid)) | ανεμου|ς U+05D0* (-μους| U+05D0?) | εκ] απο U+05D0 | διασπιρω U+05D0* | πασι U+05D0A | om ουκ U+05D0* (superscr Bᵃᵇ) 17 επ αυ- τους] + κακα U+05D0 | επαποστιλω U+05D0* -στειλω U+05D0c.a(?) -στελω U+05D0c.b εξαποστελω A | εξανηλωσε U+05D0* 18 βασιλεα] pr και U+05D0* (bostea improb) 19 εσχατων AQ | om και 2° AQ XXVI 1 βασιλεως] pr του U+05D0Q om A | περι] επι A 2 Εγυπτω U+05D0* (Αιγ. U+05D0c. ᵇ) | βασιλεως 1°] βασιλεα A | ο|ς U+05D0* |ος U+05D0? | τω ποταμω Ευφρατη] του ποταμου Ευφρατου A | Χαρμεις] Καρχαμεις Q | βασιλευς] βασι- λεως U+05D0 | Ιωακειμ] pr του Q 3 αναλαβατε A* (α 4° ras A?) | om και 2° U+05D0AQ 4 om και 1° U+05D0AQ | om και 2° Qᵃ | προσβαλετε] προβαλεται U+05D0 προβαλατε A | δορατα (δορμ. U+05D0*)] + υμων A | ενδυσεσθαι U+05D0 5 πτοωνται U+05D0* (πτοουνται Bᵃ?ᵇ (ras aliq ut vid in π 1° B?)) U+05D0A | εις το οπισω] om εις το U+05D0AQ)

278
[*](B) διότι οἱ ἰσχυροὶ αὐτῶν κοπήσονται, φυγῇ ἔφυγον καὶ οὐκ ἀνέστρεψαν περιεχόμενοι κυκλόθεν, λέγει Κύριος.

μὴ φευγέτω ὁ κοῦφος, καὶ μὴ ἀνασωζέσθω ὁ ἰσχυρὸς ἐπὶ βορρᾶν· τὰ παρὰ τὸν Εὐφράτην ἠσθένησεν, καὶ πεπτώκασιν. τίς οὗτος ὡς ποταμὸς ἀναβήσεται, καὶ ὡς ποταμοὶ κυμαίνουσιν ὕδωρ;

ὕδατα Αἰγύπτου ὡσεὶ ποταμὸς ἀναβήσεται, καὶ εἶπεν Ἀναβήσομαι καὶ κατακαλύψω τὴν γῆν καὶ ἀπολῶ τοὺς κατοικοῦντας ἐν αὐτῇ.

ἐπίβητε ἐπὶ τοὺς ἵππους, παρασκευάσατε τὰ ἄρματα ἐξέλθατε, οἱ μαχηταὶ Αἰθιόπων καὶ Λίβυες καθωπλισμένοι ὅπλοις καὶ Λυδοί ἀνάβητε, ἐντείνατε τόξον,

καὶ ἡ ἡμέρα ἐκείνη Κυρίῳ τῷ θεῷ ἡμῶν ἡμέρα ἐκδικήσεως τοῦ ἐκδικῆσαι τοὺς ἐχθροὺς αὐτοῦ· καὶ καταφάγεται ἡ μάχαιρα Κυρίου, καὶ πλησθήσεται καὶ μεθυσθήσεται ἀπὸ τοῦ αἵματος αὐτῶν· ὅτι θυσία τῷ κυρίῳ ἀπὸ γῆς βορρᾶ ἐπὶ ποταμῷ Εὐφράτῃ.

ἀνάβηθι, Γαλαὰδ, καὶ λάβε ῥητίνην τῇ παρθένῳ θυγατρὶ Αἰγύπτου· εἰς τὸ κενὸν ἐπλήθυνας ἰάματά σου, ὠφέλεια οὐκ ἔστιν σοί

ἤκουσαν ἔθνη φωνήν σου, καὶ τῆς κραυγῆς σου ἐπλήσθη ἡ γῆ, ὅτι μαχητὴς πρὸς μαχητὴν ἠσθένησεν, ἐπὶ τὸ αὐτὸ ἔπεσαν ἀμφότεροι.

Ἃ ἐλάλησεν Κύριος ἐν χειρὶ Ἰερεμίου, τοῦ ἐλθεῖν τὸν βασιλέα Βαβυλῶνος τοῦ κόψαι γῆν Αἰγύπτου.

Ἀναγγείλατε εἰς Μάγδωλον, καὶ παραγγείλατε εἰς Μέμφιν· εἴπατε Ἐπίστηθι καὶ ἑτοίμασον, ὅτι κατέφαγεν μάχαιρα τὴν σμίλακά σου.

δίὰ τί ἔφυγεν ἀπὸ σοῦ ὁ Ἆπις; ὁ μόσχος ὁ ἐκλεκτός σου [*](U+05D0AQ)[*](5 φυγην U+05D0* (φυγη Qᵃ postea ut vid repos ν) | κυκλοθε U+05D0* 6 ανασω- ζετω A | βορρα Q | ησθενηκεν U+05D0 ησθενησαν A | om και 2° U+05D0?AQ 7 ως 2°] ωσει Q | κυμανουσιν A | om υδωρ U+05D0* (hab U+05D0c.a(?)) 8 ωσει] pr και U+05D0* (postea improb) ως AQ | αναβησεται] + ?? ӄ ως ποταμων εκταρασσετ, κυματα αυτης Qmg | ειπεν] ειπας U+05D0 | την γην] om την U+05D0 | τους κατοικ.] om τους U+05D0A pr πολιν και Q 9 παρασκευασατε] κατασκευασατε A pr και AQ* | εξελ- θετε Qᵃ | μαχηται] μαθηται A* (θ improb A?) καθοπλισμενοι Q* 10 η ημερα] om η U+05D0* | Κυριω] pr τω Q | τω θεω] om τω U+05D0 | ημων] Ιηλ Q | η μαχαιρα] om η U+05D0 | om | Κυριου Q | πλησθησεται] εμπλησθ. AQ | θυσια] θυμια U+05D0* | τω κυριω om τω Qa + σαβαωθ AQ 11 τη παρθενω] om τη Q | το κενον] om το AQ | επληθυνας| επληθυνεν Q* (-νας Qᵃ) | ωφελια U+05D0 12 κραυης U+05D0* | επεσον U+05D0Q 13 α] α΄ ?? ο λογος ο| Qᵐᵍ | ελθειν] + Ναβουχοδονοσορ AQ | τον βασιλεα] om τον Q | του κοψαι] και εκκοψαι A | γην] pr την A | Αιγυπτου] αυτου A 14 αναγγειλατε] + θ΄ ?? εν Αιγυπτω Qmg | ει U+05D0* (εις Bᵃᵇ) | ειπατε] pr και εν Ταφνας Q | ετοιμασον] + σοι Qmg | κατεφαγον U+05D0* vid | μαχαιρα] pr ε Q* | την σμιλακα (-καν U+05D0) σου] οι λοιπ. τα κυκλω σου Qmg 15 δια τι] διοτι Q | rom απο σου U+05D0AQ | ο Απις] οπις Q* (superscr α Q1 fort) | ο μοσχος] pr ω Q*)

279
οὐκ ἔμεινεν, ὅτι Κύριος παρέλυσεν αὐτόν.

καὶ τὸ πλῆθός σου [*](B) ἠσθένησεν καὶ ἔπεσαν, καὶ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ ἐλάλει Ἀναστῶμεν καὶ ἀναστρέψωμεν πρὸς τὸν λαὸν ἡμῶν εἰς τὴν πατρίδα ἡμῶν ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς.

καλέσατε τὸ ὄνομα Φαραὼ Νεχαὼ βασιλέως Αἰγύπτου Σαὼν Ἐσβεὶ Ἐμωήδ.

ζῶ ἐγώ, λέγει Κύριος ὁ θεός, ὅτι ὡς τὸ Ἰταβύριον ἐν τοῖς ὄρεσιν καὶ ὡς ὁ Κάρμηλος ὁ ἐν τῇ θαλάσσῃ, ἥξει.

σκεύη ἀποικισμοῦ ποίησον σεαυτῇ, κατοικοῦσα θύγατερ Αἰγύπτου· ὅτι Μέμφις εἰς ἀφανισμὸν ἔσται, καὶ κληθήσεται Οὐαί, διὰ τὸ μὴ ὑπάρχειν κατοικοῦντας ἐν αὐτῇ.

δάμαλις κεκαλλωπισμένη Αἴγυπτος· ἀπόσπασμα ἀπὸ βορρᾶ ἦλθεν ἐπʼ αὐτήν,

καὶ οἱ μισθωτοὶ αὐτῆς ἐν αὐτῇ ὥσπερ μόσχοι σιτευτοὶ τρεφόμενοι ἐν αὐτῇ· διότι καὶ αὐτοὶ ἀπεστράφησαν καὶ ἔφυγον ὁμοθυμαδόν· οὐκ ἔστησαν, ὅτι ἡμέρα ἀπωλείας ἦλθεν ἐπʼ αὐτοὺς καὶ καιρὸς ἐκδικήσεως αὐτῶν.