Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

⁵Ἐπικατάρατος ὁ ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπʼ ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ ἐπʼ αὐτόν, καὶ ἀπὸ Κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ·

καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη ἡ ἐν τῇ ἐρήμῳ, οὐκ ὄψεται ὅταν ἔλθῃ τὰ ἀγαθά, καὶ κατασκηνώσει ἐν ἁλίμοις καὶ ἐν ἐρήμῳ, ἐν γῇ ἁλμυρᾷ ἥτις οὐ κατοικεῖται.

καὶ εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ κυρίῳ, καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ·

καὶ ἔσται ὡς ξύλον εὐθηνοῦν παρʼ ὕδατα, καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζαν αὐτοῦ· οὐ φοβηθήσεται ὅταν ἔλθῃ καῦμα. καὶ ἔσται ἐπʼ αὐτῷ στελέχη ἀλσώδη, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ φοβηθήσεται, καὶ οὐ διαλείψει ποιῶν καρπόν.

βαθεῖα ἡ καρδία παρὰ πάντα, καὶ ἄνθρωπός ἐστιν καὶ τίς γνώσεται αὐτόν;

ἐγὼ Κύριος ἐτάζων καρδίας καὶ δοκιμάζων νεφρούς, τοῦ δοῦναι ἑκάστῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ καὶ κατὰ τοὺς καρποὺς τῶν ἐπιτηδευμάτων αὐτοῦ.

ἐφώνησεν πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκεν· ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως, ἐν ἡμίσει ἡμερῶν αὐτοῦ ἐγκαταλείψουσιν αὐτόν, καὶ ἐπʼ ἐσχάτων αὐτοῦ ἔσται ἄφρων.

Θρόνος δόξης ὑψωμένος ἁγίασμα ἡμῶν·

ὑπομονὴ Ἰσραήλ, Κύριε, πάντες οἱ καταλιπόντες σε καταισχυνθήτωσαν, [*](21 om την χειρα μου Q την δυναμιν] pr τῆ| χειραν (-ρα Q?) μου και Q | U+05D0AQ ονομα μοι Κυριος BQmg] pr εγω κς U+05D0* εγω κς U+05D0c.ᵃQ XVII 5 επικαταρατος] pr Ωρ. θ΄ ?? (1) αμαρτια Ιουδα γεγραπτ, εν γραφιω σιδηρω εν ονυχι αδαμᾱ|τινω εκκεκολαμμενη επι του στηθους της καρδιας αυτω| ӄ τοις κερασι των θυσιαστη- ριων υμω| (2) ηνικα αν μνησθωσῑ| οι υιοι ουτων τα θυσιαστηρια ουτων ӄ τα αλση ουτων επι ξυλου δασεος επι βουνων μετεωρων (3) ορεων εν αγρω ισχυν σου και παντας (superscr ?? σ΄) θησαυρους σου εις προνομην δωσω τα υψηλα σου εν αμαρτια εν πασι τοις οριοις σου (4) αφεθησεται (corr αφεθηση μονη) και τα|πεινωθηση απο της κληρονομιας σου ης εδωκα σοι ӄ αναβι- βασω σε (corr καταδουλωσω σε) εν τοις εχθροις σου εν τη γη η ουκ εγνως οτι πυρ εκκεκαυται εν τω θυμω μου εως αιωνος καυθησεται (5) ταδε λεγει κς Qmᵍ ο ανθρωπος] om ο U+05D0Q στηριση Q σαρκας U+05D0c. ᵃ | om επ αυτον U+05D0Q απεστη U+05D0* (αποστη U+05D0c.a ?) 6 η αγριομυρικη (αγρομ. A* αγριομ. A¹) η] om η bis U+05D0* ουκ] pr η U+05D0AQ¹(vid) | om και 3° Q ερημω 2°] ερημοις U+05D0* (ω superscr U+05D0c.a (?)) pr τη A pr γη Q om εν 4° Q κατοικειται] κατοικη- θησεται U+05D0* (-κειται U+05D0c.a (?)) 7 ηυλογημενος Q*vid 8 υδατι Q | ριζας U+05D0AQ ου 1°] pr και U+05D0c.ᵃ AQ επ] εν A αβροχειας U+05D0* (-χιας Bᵇ) | ποιουν U+05D0c.aQ 9 βοηθια U+05D0 10 om και 1° U+05D0Q αυτου 2°] αυτω U+05D0* (-του Bᵃ?ᵇ) 11 ημερων] ημων U+05D0* (ημερων U+05D0c.a (?)) ενκαταλειψουσιν A 12 υψω- μενος] υψουμενος A + α΄θ΄ ?? εξ αρχης τοπος Qᵐᵍ 13 υπομονης U+05D0* |κατα- λειποντες A καταισχυνθητωσαν] εσχῡlθητωσαν U+05D0* (καταισχ. U+05D0c.ᵃ) pr πτοη- θιησαν ουlτοι και μη πτοηθιην εγνω (corr εγω) U+05D0* (uncis incl U+05D0c.a(?)))

260
[*](B) ἀφεστηκότες ἐπὶ τῆς γῆς γραφήτωσαν, ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς τὸν κύριον.

ἴασαί με, Κύριε, καὶ ἰαθήσομαι· σῶσόν με, καὶ σωθήσομαι, ὅτι καύχημά μου σὺ εἶ.

ἰδοὺ αὐτοὶ λέγουσι πρὸς μέ Ποῦ ἐστιν ὁ λόγος Κυρίου; ἐλθάτω.

ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου, καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα, σὺ ἐπίστῃ· τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου πρὸ προσώπου σού ἐστιν.

μὴ γενηθῇς μοι εἰς ἀλλοτρίωσιν, φειδόμενός μου ἐν ἡμέρᾳ πονηρᾷ.

καταισχυνθήτωσαν οἱ διώκοντές με, καὶ μὴ καταισχυνθείην ἐγώ· πτοηθείησαν αὐτοί, καὶ μὴ πτοηθείην ἐγώ· ἐπάγαγε ἐπʼ αὐτοὺς ἡμέραν πονηράν, δισσὸν σύντριμμα σύντριψον αὐτούς.

Τάδε λέγει Κύριος Βάδισον καὶ στῆθι ἐν ταῖς πύλαις υἱῶν λαοῦ σου, ἐν αἷς εἰσπορεύονται ἐν αὐταῖς βασιλεῖς Ἰούδα καὶ ἐν αἷς ἐκπορεύονται ἐν αὐταῖς, καὶ ἐν πάσαις ταῖς πύλαις Ἰερουσαλήμ,

καὶ ἐρεῖς αὐτοῖς τὸν λόγον Κυρίου Βασιλεῖς Ἰούδα καὶ πᾶσα Ἰουδαία καὶ πᾶσα Ἰερουσαλήμ, οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις,

τάδε λέγει Κύριος Φυλάσσεσθε τὰς ψυχὰς ὑμῶν, καὶ μὴ αἴρετε βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ μὴ ἐκπορεύεσθε ταῖς πύλαις Ἰερουσαλήμ,

καὶ μὴ ἐκφέρετε βαστάγματα ἐξ οἰκιῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ πᾶν ἔργον οὐ ποιήσετε· ἁγιάσατε τὴν ἡμέραν τῶν σαββάτων καθὼς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν. καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἔκλιναν τὸ οὗς αὐτῶν,

καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπέρ τοὺς πατέρας αὐτῶν τοῦ μὴ ἀκοῦσαί μου καὶ τοῦ μὴ δέξασθαι παιδείαν.

καὶ ἔσται ἐὰν εἰσακούσητέ [*](U+05D0AQ)[*](13 επι] απο U+05D0c. ᵃ | γραφητωσαν] εγγραφ. U+05D0c. ᵃ | ενκατελιπον U+05D0 εγκατελειπον A 14 με 1°...σωθησομαι in mg et sup ras Aa (om σωσον...σωθησομαι A* vid) | om οτι A | καυχημα] pr το U+05D0c. ᵃ | om συ A 15 λεγουσιν U+05D0AQ | ελθετω Qb(vid) + ?? α΄θ΄ δη Qᵐᵍ 16 επιστη] επιστασαι AQ | χειλεων] χιλιωι U+05D0* (χιλεων U+05D0?) | προσωπου] π 1° sup ras B? | σου 2°] μου A 17 γε- νηθης] εγενηθης A* vid (ras ε A?) | μου] + α΄θ΄ ?? συ Qmg | om εν ημερα πονηρα U+05D0* (hab U+05D0c.a (?) ᵐᵍ sup) 18 καταισχυνθητωσαν] καταισχυνθειησαν Q | καταισχυνθειην] πτοηθειην A | om πτοηθειην A | ημεραν] λιμον A | συντριμα U+05D0 19 Κυριος] + ?? προς με Qmg | ταις πυλαις] om ταις AQ | om εν αυταις (1°) Q* (hab ?? εν αυταις αυτοι ӄ οι Qmg) | bis scr βασιλεις Ιουδα και εν αις εκπορευονται εν αυταις U+05D0* (uncis incl 1° Bᵃᵇ) eadem prorsus om U+05D0* (hab U+05D0c.a ᵐᵍ inf ante εν αυταις: εν αυταις in mg postea ras) 20 αυτοις] προς αυτους AQ | τον λογον] pr ακουσατε Bᵃᵇ (ᵐᵍ) U+05D0 (om τον) A (om τον) Q | κυ βασιλεις sup ras Bᵃᵇ | και πασα Ιουδαια] κ. πασα η Ιουδ. U+05D0Q om A 21 φυλασσεσθε] pr μη A* (ras μη A?) | ψυχας] φυλακας A 21—22 om και μη εκπορευεσθε...σαββατων (1°) U+05D0* (hab και μη εκπορευεσθαι ταις πυλαις Ιλημl και μη φερεται (corr επφερεται) βασταγματα εξ οιπειων| υμων εν τη ημερα των σαββατων U+05D0c.a ᵐᵍ) 22 οικιων] οικων A | υμων 2°] ημων A 23 ακου- σοι] εισακουσαι A | om και του μη δεξ. παιδειαν A | πεδιαν U+05D0* παιδιαν U+05D0*c.ᵇ (?) )

261
μου, λέγει Κύριος, τοῦ μὴ εἰσφέρειν βαστάγματα διὰ τῶν [*](B) πυλῶν τῆς πόλεως ταύτης ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ ἁγιάζειν τὴν ἡμέραν τῶν σαββάτων τοῦ μὴ ποιεῖν πᾶν ἔργον,