Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἰσελεύσονται διὰ τῶν πυλῶν τῆς πόλεως ταύτης βασιλεῖς καὶ ἄρχοντες καθήμενοι ἐπὶ θρόνου Δαυεὶδ καὶ ἐπιβεβηκότες ἐφʼ ἅρμασιν καὶ ἵπποις αὐτῶν, αὐτοὶ καὶ οἱ ἄρχοντες αὐτῶν, ἄνδρες Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἰερουσαλήμ· καὶ κατοικισθήσεται ἡ πόλις αὕτη εἰς τὸν αἰῶνα,

καὶ ἥξουσιν ἐκ τῶν πόλεων Ἰούδα, καὶ κυκλόθεν Ἰερουσαλὴμ καὶ ἐκ γῆς Βενιαμεὶν καὶ ἐκ γῆς πεδινῆς καὶ ἐκ τοῦ ὄρους καὶ ἐκ τῆς πρὸς νότον φέροντες ὁλοκαυτώματα καὶ θυσίαν καὶ θυμιάματα καὶ μάννα καὶ λίβανον, φέροντες αἴνεσιν εἰς οἶκον Κυρίου.

καὶ ἔσται ἐὰν μὴ εἰσακούσητέ μου τοῦ ἁγιάζειν τὴν ἡμέραν τῶν σαββάτων, τοῦ μὴ αἴρειν βαστάγματα καὶ μὴ εἰσπορεύεσθαι ταῖς πύλαις Ἰερουσαλὴμ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ ἀνάψω πῦρ ἐν ταῖς πύλαις αὐτῆς καὶ καταφάγεται ἄμφοδα Ἰερουσαλήμ, καὶ οὐ σβεσθήσεται.

Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἰερεμίαν λέγων

Ἀνάστηθι καὶ κατάβηθι εἰς οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου.

καὶ κατέβην εἰς οἶκον τοῦ κεραμέως, καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων,

καὶ ἔπεσεν τὸ ἄγγιον ὃ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ· καὶ πάλιν αὐτὸς ἐποίησεν αὐτὸ ἄγγιον ἕτερον καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ ποιῆσαι.

καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Εἰ καθὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς, οἶκος Ἰσραήλ; ἰδοὺ ὡς ὁ πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστὲ ἐν χερσίν μου.

πέρας λαλήσω ἐπὶ ἔθνος ἢ ἐπὶ βασιλείαν τοῦ [*](24 εισακουσητε] ακουσητε A ακοη ακουσητε Q | om και αγιαζειν τ. η. των ??AQ σαββατων U+05D0* hab και ασιαζιν τ. η. των σαββ. U+05D0?ᵐᵍ | ποιειν] + εν αυτη Q εισ|ελευσονται U+05D0* ει|σελ. B? | om ουτων 1° U+05D0 | ανδρες] pr και οι U+05D0* | om εν A | κατοικισθησεται] κατοικηθ. AQ 26 Βενιαμιν U+05D0 | γης 2°] της U+05D0AQ | om και 8° U+05D0* (superscr U+05D0c. ᵃ) | θυμιαμα A | μαννᾱ| U+05D0 27 εισ|α- κουσητε U+05D0* εισα κουσ. B? | om μη 3° U+05D0c. ᵃ AQ | ταις πυλαις] τας π. U+05D0* XVIII tit προς Ιερ. παρα Κυριου Q | λεγων sup ras Bᵃᵇ 2 λογοις U+05D0* 3 οικον] pr τον AQ 4 επεσεν] διεπεσεν U+05D0Q | αγγειον (1°) Ba?b Qa | om ο U+05D0* (hab U+05D0c. ᵃ) | αυτος 1°] αυτου U+05D0 | εποιει] + α΄θ΄ ?? εν τω πηλω Qmg | αυτος 2°] αυτο A om Q | om αυτο A | αγγειον (2°) BQᵃ | ενωπιον] εναντιον Q | ποιησαι] pr του U+05D0AQ 5 λεγων] + ειπε αυτοις Qmᵍ 6 κεραμεους U+05D0* | Ισραηλ] + α΄σ΄θ΄ ?? φησιν κς Qᵐᵍ πηλος] + α΄ ?? εν χειρι (? χερσιν) Qmg | υμεις] pr α΄σ΄θ΄ ?? ουτως Qmg | χερσιν] pr ταις AQ | μου] + ?? οικος Ιχλ Qᵐᵍ 7 εθνη U+05D0* (εθνος U+05D0c.a (?)) | η] και U+05D0 | βασιλειαν (-λιανU+05D0*)] βασιλειας A)

262
[*](B) ἐξᾶραι αὐτοὺς καὶ τοῦ ἀπολλύειν,

καὶ ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω περὶ τῶν κακῶν ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς.

καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι,

καὶ ποιήσωσιν τὰ πονηρὰ ἐναντίον μου τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς.

καὶ νῦν εἰπὸν πρὸς ἄνδρας Ἰούδα καὶ πρὸς τοὺς κατοικοῦντας Ἰερουσαλήμ Ἰδοὺ ἐγὼ πλάσσω ἐφʼ ὑμᾶς κακά, καὶ λογίζομαι ἐφʼ ὑμᾶς λογισμόν· ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς. καὶ καλλίονα ποιήσετε τὰ ἐπιτηδεύματα ὑμῶν.

καὶ εἶπαν Ἀνδριούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα, καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν.

Διὰ τοῦτο τάδε λέγει Κύριος Ἐρωτήσατε δὴ ἐν ἔθνεσιν Τίς ἤκουσεν τοιαῦτα φρικτὰ ἃ ἐποίησεν σφόδρα παρθένος Ἰσραήλ;

μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοί, ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου; μὴ ἐκκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον;

ὅτι ἐπελάθοντό μου λαός μου, εἰς κενὸν ἐθυμίασαν, καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν,

τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ σύριγμα αἰώνιον· πάντες οἱ διαπορευόμενοι αὐτῆς ἐκστήσονται καὶ κινήσουσιν τὴν κεφαλὴν αὐτῶν.

ὡς ἄνεμον καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν αὐτῶν, δείξω αὐτοῖς ἡμέραν ἀπωλείας αὐτῶν.