Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἀνταποδώσω διὰ πάσας τὰς κακίας αὐτῶν καὶ τὰς ἁμαρτίας αὐτῶν, ἐφʼ αἷς ἐβεβήλωσαν τὴν γῆν μου ἐν τοῖς θνησιμαίοις τῶν βδελυγμάτων αὐτῶν καὶ ἐν ταῖς ἀνομίαις αὐτῶν, ἐν αἷς ἐπλημμέλησαν τὴν κληρονομίαν μου.

Κύριε, σὺ ἰσχύς μου καὶ βοηθία μου καὶ καταφυγὴ μου ἐν ἡμέραις κακῶν· πρὸς σὲ ἔθνη ἥξουσιν ἀπʼ ἐσχάτου τῆς γῆς καὶ ἐροῦσιν Ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα.

[*](U+05D0AQ)[*](10 εναντιον AQ 11 αυτοις 1°] προς αυτους A ενκατελιπον] εγκατε- λιπον Bᵃ?ᵇ Q* εγκατελειπον AQᵃ υμων] ουτων A | om και προσεκυνησαν αυτοις A εγκατελιπον] εγκατελειπον AQa (postea εγκατελιπον) εφυλαξαν Q 12 επονηρευσασθε] ουκ επορευεσθαι U+05D0* (επονηρευεσθαι U+05D0c.ᵃ (?)) + ?? του ποι ησαι Qmg πορευ|εσθε B | εκατος U+05D0* αρεστων] εραστων A | υπακουεις U+05D0* vid 13 απορριψω BᵃU+05D0?A (vid)aQ | om απο της γης ταυτης A* (hab απορριψω... ταυτης in mg et sup ras Aa) την γην] om την U+05D0Q ηδειτε] ιδητε U+05D0* (ηδιται U+05D0?) om εκει A ετεροις] αλλοτριοις Q* (ετ. Qmg) + α΄σ΄θ΄ ?? ημερας ӄ νυκτος Qᵐᵍ 15 απο γης βορραν (-ρρα U+05D0?) τον οικον Ισλ U+05D0 | ου] ουκ U+05D0* ου U+05D0c.a(?) | ουτων] ταυτην U+05D0* (αυτ. U+05D0c.a) (?)) 16 τους αλεεις (αλειεις U+05D0? αλιεις Bᵃ?ᵇQ)] om τους U+05D0Q | τους πολλους] om τους U+05D0Q | αποστελω] αποστελλω U+05D0* (-στελω U+05D0c. ᵃ) τους πολλους 2°] om τους Q τους σοφους A επανω 1°] pr και U+05D0 | ορους] ορου A | βουνου] + υψηλου A 17 μου 1°] ουτων U+05D0* (μου U+05D0c.a(?) superscr) | ουτων 1°] + ουκ εκρυβησαν απο προσωπου μου U+05D0* (uncis incl et εκρυβη pro -βησαν U+05D0c.a(?)) α΄θ΄ ?? Qᵐᵍ 18 δια πασας] διπλας BᵃᵇU+05D0AQ | κακιας] αδικιας U+05D0AQ 19 om συ AQ | βοηθεια BᵃᵇQ | ημερα U+05D0Q )
259

εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεούς, καὶ οὗτοι οὐκ εἰσὶν θεοί;

[*](B)

διὰ τοῦτο ἰδοὺ ἐγὼ δηλώσω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ τὴν χεῖρά μου, καὶ γνωριῶ αὐτοῖς τὴν δύναμίν μου, καὶ γνώσονται ὅτι ὄνομά μοι Κύριος.

⁵Ἐπικατάρατος ὁ ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπʼ ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ ἐπʼ αὐτόν, καὶ ἀπὸ Κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ·

καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη ἡ ἐν τῇ ἐρήμῳ, οὐκ ὄψεται ὅταν ἔλθῃ τὰ ἀγαθά, καὶ κατασκηνώσει ἐν ἁλίμοις καὶ ἐν ἐρήμῳ, ἐν γῇ ἁλμυρᾷ ἥτις οὐ κατοικεῖται.

καὶ εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ κυρίῳ, καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ·

καὶ ἔσται ὡς ξύλον εὐθηνοῦν παρʼ ὕδατα, καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζαν αὐτοῦ· οὐ φοβηθήσεται ὅταν ἔλθῃ καῦμα. καὶ ἔσται ἐπʼ αὐτῷ στελέχη ἀλσώδη, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ φοβηθήσεται, καὶ οὐ διαλείψει ποιῶν καρπόν.

βαθεῖα ἡ καρδία παρὰ πάντα, καὶ ἄνθρωπός ἐστιν καὶ τίς γνώσεται αὐτόν;

ἐγὼ Κύριος ἐτάζων καρδίας καὶ δοκιμάζων νεφρούς, τοῦ δοῦναι ἑκάστῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ καὶ κατὰ τοὺς καρποὺς τῶν ἐπιτηδευμάτων αὐτοῦ.

ἐφώνησεν πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκεν· ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως, ἐν ἡμίσει ἡμερῶν αὐτοῦ ἐγκαταλείψουσιν αὐτόν, καὶ ἐπʼ ἐσχάτων αὐτοῦ ἔσται ἄφρων.

Θρόνος δόξης ὑψωμένος ἁγίασμα ἡμῶν·

ὑπομονὴ Ἰσραήλ, Κύριε, πάντες οἱ καταλιπόντες σε καταισχυνθήτωσαν, [*](21 om την χειρα μου Q την δυναμιν] pr τῆ| χειραν (-ρα Q?) μου και Q | U+05D0AQ ονομα μοι Κυριος BQmg] pr εγω κς U+05D0* εγω κς U+05D0c.ᵃQ XVII 5 επικαταρατος] pr Ωρ. θ΄ ?? (1) αμαρτια Ιουδα γεγραπτ, εν γραφιω σιδηρω εν ονυχι αδαμᾱ|τινω εκκεκολαμμενη επι του στηθους της καρδιας αυτω| ӄ τοις κερασι των θυσιαστη- ριων υμω| (2) ηνικα αν μνησθωσῑ| οι υιοι ουτων τα θυσιαστηρια ουτων ӄ τα αλση ουτων επι ξυλου δασεος επι βουνων μετεωρων (3) ορεων εν αγρω ισχυν σου και παντας (superscr ?? σ΄) θησαυρους σου εις προνομην δωσω τα υψηλα σου εν αμαρτια εν πασι τοις οριοις σου (4) αφεθησεται (corr αφεθηση μονη) και τα|πεινωθηση απο της κληρονομιας σου ης εδωκα σοι ӄ αναβι- βασω σε (corr καταδουλωσω σε) εν τοις εχθροις σου εν τη γη η ουκ εγνως οτι πυρ εκκεκαυται εν τω θυμω μου εως αιωνος καυθησεται (5) ταδε λεγει κς Qmᵍ ο ανθρωπος] om ο U+05D0Q στηριση Q σαρκας U+05D0c. ᵃ | om επ αυτον U+05D0Q απεστη U+05D0* (αποστη U+05D0c.a ?) 6 η αγριομυρικη (αγρομ. A* αγριομ. A¹) η] om η bis U+05D0* ουκ] pr η U+05D0AQ¹(vid) | om και 3° Q ερημω 2°] ερημοις U+05D0* (ω superscr U+05D0c.a (?)) pr τη A pr γη Q om εν 4° Q κατοικειται] κατοικη- θησεται U+05D0* (-κειται U+05D0c.a (?)) 7 ηυλογημενος Q*vid 8 υδατι Q | ριζας U+05D0AQ ου 1°] pr και U+05D0c.ᵃ AQ επ] εν A αβροχειας U+05D0* (-χιας Bᵇ) | ποιουν U+05D0c.aQ 9 βοηθια U+05D0 10 om και 1° U+05D0Q αυτου 2°] αυτω U+05D0* (-του Bᵃ?ᵇ) 11 ημερων] ημων U+05D0* (ημερων U+05D0c.a (?)) ενκαταλειψουσιν A 12 υψω- μενος] υψουμενος A + α΄θ΄ ?? εξ αρχης τοπος Qᵐᵍ 13 υπομονης U+05D0* |κατα- λειποντες A καταισχυνθητωσαν] εσχῡlθητωσαν U+05D0* (καταισχ. U+05D0c.ᵃ) pr πτοη- θιησαν ουlτοι και μη πτοηθιην εγνω (corr εγω) U+05D0* (uncis incl U+05D0c.a(?)))

260
[*](B) ἀφεστηκότες ἐπὶ τῆς γῆς γραφήτωσαν, ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς τὸν κύριον.

ἴασαί με, Κύριε, καὶ ἰαθήσομαι· σῶσόν με, καὶ σωθήσομαι, ὅτι καύχημά μου σὺ εἶ.

ἰδοὺ αὐτοὶ λέγουσι πρὸς μέ Ποῦ ἐστιν ὁ λόγος Κυρίου; ἐλθάτω.

ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου, καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα, σὺ ἐπίστῃ· τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου πρὸ προσώπου σού ἐστιν.

μὴ γενηθῇς μοι εἰς ἀλλοτρίωσιν, φειδόμενός μου ἐν ἡμέρᾳ πονηρᾷ.

καταισχυνθήτωσαν οἱ διώκοντές με, καὶ μὴ καταισχυνθείην ἐγώ· πτοηθείησαν αὐτοί, καὶ μὴ πτοηθείην ἐγώ· ἐπάγαγε ἐπʼ αὐτοὺς ἡμέραν πονηράν, δισσὸν σύντριμμα σύντριψον αὐτούς.

Τάδε λέγει Κύριος Βάδισον καὶ στῆθι ἐν ταῖς πύλαις υἱῶν λαοῦ σου, ἐν αἷς εἰσπορεύονται ἐν αὐταῖς βασιλεῖς Ἰούδα καὶ ἐν αἷς ἐκπορεύονται ἐν αὐταῖς, καὶ ἐν πάσαις ταῖς πύλαις Ἰερουσαλήμ,

καὶ ἐρεῖς αὐτοῖς τὸν λόγον Κυρίου Βασιλεῖς Ἰούδα καὶ πᾶσα Ἰουδαία καὶ πᾶσα Ἰερουσαλήμ, οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις,